호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱο͂ν πολλὰ μὲν ἄν τισ ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά· ἃ δ’ οὖν πᾶσι μάλιστ’ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶν’ οἰκοδομήσαντεσ ἐκεῖνοι καὶ τἄλλ’ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντεσ, ἐφ’ οἷσ φιλοτιμούμεθα πάντεσ εἰκότωσ, ἴστε δήπου τοῦτ’ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντεσ καὶ κατακλεισθέντεσ εἰσ Σαλαμῖνα, ἐκ τοῦ τριήρεισ ἔχειν πάντα μὲν τὰ σφέτερ’ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντεσ ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖσ ἄλλοισ Ἕλλησι κατέστησαν αἴτιοι, ὧν οὐδ’ ὁ χρόνοσ τὴν μνήμην ἀφελέσθαι δύναται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기