호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτ ἐφ ἧς ἀδείας αὐτοὶ πορεύεσθε, ταύτην οὐ βεβαιώσαντες ἐμοὶ βαδιεῖσθε· καὶ τίνι χρή με λογισμῷ περιεῖναι ταῦτα παθόντα, εἰ περιόψεσθέ με νῦν ὑμεῖς· θάρρει νὴ Δία, φήσειέ τις ἄν: οὐ γὰρ ἔτ οὐδὲν ὑβρισθήσει. ἐὰν δέ, τότ ὀργιεῖσθε, νῦν ἀφέντες· μηδαμῶς, ὦ ἄνδρες δικασταί, μὴ προδῶτε μήτ ἐμὲ μήθ ὑμᾶς αὐτοὺς μήτε τοὺς νόμους.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기