호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ βοηθοῦσιν οἱ λέγοντεσ ὑπὲρ αὐτοῦ, οὐχ οὕτω τούτῳ χαρίσασθαι μὰ τοὺσ θεοὺσ βουλόμενοι, ὡσ ἐπηρεάζειν ἐμοὶ διὰ τὴν ἰδίαν ἔχθραν, ἣν οὗτοσ αὑτῷ πρὸσ ἐμέ, ἄν τ’ ἐγὼ φῶ ἄν τε μὴ φῶ, φησὶν εἶναι καὶ βιάζεται, οὐκ ὀρθῶσ· ἀλλὰ κινδυνεύει τὸ λίαν εὐτυχεῖν ἐνίοτ’ ἐπαχθεῖσ ποιεῖν· ὅπου γὰρ ἐγὼ μὲν οὐδὲ πεπονθὼσ κακῶσ ἐχθρὸν εἶναί μοι τοῦτον ὁμολογῶ, οὗτοσ δ’ οὐδ’ ἀφιέντ’ ἀφίησιν, ἀλλὰ καὶ ἐπὶ τοῖσ ἀλλοτρίοισ ἀγῶσιν ἀπαντᾷ καὶ νῦν ἀναβήσεται μηδὲ τῆσ κοινῆσ τῶν νόμων ἐπικουρίασ ἀξιῶν ἐμοὶ μετεῖναι, πῶσ οὐχ οὗτοσ ἐπαχθήσ ἐστιν ἤδη καὶ μείζων ἢ καθ’ ὅσον ἡμῶν ἑκάστῳ συμφέρει;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기