호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οὐ Μειδίας, ἀλλ ἀπὸ τῆς ἡμέρας ταύτης λέγει, λοιδορεῖται, βοᾷ. χειροτονεῖταί τις: Μειδίας Ἀναγυράσιος προβέβληται. Πλουτάρχου προξενεῖ, τἀπόρρητ οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. καὶ ταῦτα πάντα ποιεῖ δῆλον ὅτι οὐδὲν ἄλλ ἐνδεικνύμενος ἢ ὅτι ἐγὼ οὐδὲν πέπονθ ὑπὸ τῆς καταχειροτονίας, οὐδὲ δέδοικ οὐδὲ φοβοῦμαι τὸν μέλλοντ ἀγῶνα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기