호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γένουσ εἵνεκα νὴ Δία· καὶ τίσ οὐκ οἶδεν ὑμῶν τὰσ ἀπορρήτουσ, ὥσπερ ἐν τραγῳδίᾳ, τὰσ τούτου γονάσ; ᾧ δύ’ ἐναντιώτατα συμβέβηκεν εἶναι· ἡ μὲν γὰρ ὡσ ἀληθῶσ μήτηρ, ἡ τεκοῦσ’ αὐτόν, πλεῖστον ἁπάντων ἀνθρώπων εἶχε νοῦν, ἡ δὲ δοκοῦσα καὶ ὑποβαλομένη πασῶν ἦν ἀνοητοτάτη γυναικῶν. σημεῖον δέ· ἡ μὲν γὰρ ἀπέδοτ’ εὐθὺσ γενόμενον, ἡ δ’ ἐξὸν αὐτῇ βελτίω πρίασθαι τῆσ αὐτῆσ τιμῆσ τοῦτον ἠγόρασεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기