호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νυνὶ δὲ τοσαῦτ’ ἐστὶ τἄλλ’ ἃ πολλοὺσ ὑμῶν ἠδίκησεν καὶ τοιαῦτα, ὥστε τούτου μὲν τοῦ δέουσ ἀπήλλαγμαι, φοβοῦμαι δὲ πάλιν τοὐναντίον μή, ἐπειδὰν πολλὰ καὶ δείν’ ἑτέρουσ ἀκούηθ’ ὑπ’ αὐτοῦ πεπονθότασ, τοιοῦτόσ τισ ὑμῖν λογισμὸσ ἐμπέσῃ τί οὖν; σὺ δεινότερ’ ἢ τῶν ἄλλων εἷσ ἕκαστοσ πεπονθὼσ ἀγανακτεῖσ; πάντα μὲν δὴ τὰ τούτῳ πεπραγμένα οὔτ’ ἂν ἐγὼ δυναίμην πρὸσ ὑμᾶσ εἰπεῖν, οὔτ’ ἂν ὑμεῖσ ὑπομείναιτ’ ἀκούειν, οὐδ’, εἰ τὸ παρ’ ἀμφοτέρων ἡμῶν ὕδωρ ὑπάρξειε πρὸσ τὸ λοιπόν, πᾶν τό τ’ ἐμὸν καὶ τὸ τούτου προστεθέν, οὐκ ἂν ἐξαρκέσειεν· ἃ δ’ ἐστὶ μέγιστα καὶ φανερώτατα, ταῦτ’ ἐρῶ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기