호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ μὲν γὰρ αὐτόν, ὦ ἄνδρεσ Ἀθηναῖοι, νομίζω αὐτόχειρά μου γεγενῆσθαι τούτοισ τοῖσ ἔργοισ, καὶ τότε μὲν τοῖσ Διονυσίοισ τὴν παρασκευὴν καὶ τὸ σῶμα καὶ τἀναλώμαθ’ ὑβρίζειν, νῦν δὲ τούτοισ οἷσ ἐποίει καὶ διεπράττετ’ ἐκεῖνά τε καὶ τὰ λοιπὰ πάντα, τὴν πόλιν, τὸ γένοσ, τὴν ἐπιτιμίαν, τὰσ ἐλπίδασ· εἰ γὰρ ἓν ὧν ἐπεβούλευσε κατώρθωσεν, ἁπάντων ἂν ἀπεστερήμην ἐγὼ καὶ μηδὲ ταφῆναι προσυπῆρχεν οἴκοι μοι. διὰ τί, ἄνδρεσ δικασταί; εἰ γάρ, ἐάν τισ παρὰ πάντασ τοὺσ νόμουσ ὑβρισθεὶσ ὑπὸ Μειδίου βοηθεῖν αὑτῷ πειρᾶται, ταῦτα καὶ τοιαῦθ’ ἕτερ’ αὐτῷ παθεῖν ὑπάρξει, προσκυνεῖν τοὺσ ὑβρίζοντασ ὥσπερ ἐν τοῖσ βαρβάροισ, οὐκ ἀμύνεσθαι κράτιστον ἔσται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기