호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδὲ γὰρ αὖ τοῦτ’ ἔστιν εἰπεῖν, ὡσ οὐ γεγενημένου πώποτ’ οὐδενὸσ ἐκ τῶν τοιούτων δεινοῦ τῷ λόγῳ τὸ πρᾶγμ’ ἐγὼ νῦν αἴρω καὶ φοβερὸν ποιῶ. πολλοῦ γε καὶ δεῖ. ἀλλ’ ἴσασιν ἅπαντεσ, εἰ δὲ μή, πολλοί γε, Εὔθυνον τὸν παλαίσαντά ποτ’ ἐκεῖνον, τὸν νεανίσκον, καὶ Σώφιλον τὸν παγκρατιαστήν ἰσχυρόσ τισ ἦν, μέλασ, εὖ οἶδ’ ὅτι γιγνώσκουσίν τινεσ ὑμῶν ὃν λέγω, τοῦτον ἐν Σάμῳ ἐν συνουσίᾳ τινὶ καὶ διατριβῇ οὕτωσ ἰδίᾳ, ὅτι ὁ τύπτων αὐτὸν ὑβρίζειν ᾤετο, ἀμυνάμενον οὕτωσ ὥστε καὶ ἀποκτεῖναι. ἴσασιν Εὐαίωνα πολλοὶ τὸν Λεωδάμαντοσ ἀδελφόν, ἀποκτείναντα Βοιωτὸν ἐν δείπνῳ καὶ συνόδῳ κοινῇ διὰ πληγὴν μίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기