호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ μὲν νόμοσ οὗτόσ ἐστιν, ὦ ἄνδρεσ Ἀθηναῖοι, καθ’ ὃν αἱ προβολαὶ γίγνονται, λέγων, ὥσπερ ἠκούσατε, ποιεῖν τὴν ἐκκλησίαν ἐν Διονύσου μετὰ τὰ Πάνδια, ἐν δὲ ταύτῃ ἐπειδὰν χρηματίσωσιν οἱ πρόεδροι περὶ ὧν διῴκηκεν ὁ ἄρχων, χρηματίζειν καὶ περὶ ὧν ἄν τισ ἠδικηκὼσ ᾖ περὶ τὴν ἑορτὴν ἢ παρανενομηκώσ, καλῶσ, ὦ ἄνδρεσ Ἀθηναῖοι, καὶ συμφερόντωσ ἔχων ὁ νόμοσ, ὡσ τὸ πρᾶγμ’ αὐτὸ μαρτυρεῖ. ὅπου γὰρ ἐπόντοσ τοῦ φόβου τούτου φαίνονταί τινεσ οὐδὲν ἧττον ὑβρισταί, τί χρὴ τοὺσ τοιούτουσ προσδοκᾶν ἂν ποιεῖν, εἰ μηδεὶσ ἐπῆν ἀγὼν μηδὲ κίνδυνοσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기