- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 77

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 77)

λεπτότερος δ ἦν καὶ Φιλίτας ὁ Κῷος ποιητής, ὃς καὶ διὰ τὴν τοῦ σώματος ἰσχνότητα σφαίρας ἐκ μολύβου πεποιημένας εἶχε περὶ τὼ πόδε ὡς μὴ ὑπὸ ἀνέμου ἀνατραπείη.? πολέμων δ ὁ περιηγητὴς ἐν τῷ περὶ Θαυμασίων Ἀρχέστρατον φησι τὸν μάντιν ἁλόντα ὑπὸ πολεμίων καὶ ἐπὶ ζυγὸν ἀναβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα: οὕτως ἦν ἰσχνός, ὁ δ αὐτὸς ἱστορεῖ ὡς καὶ Πανάρετος ἰατρῷ μὲν οὐδενὶ ὡμίλησεν, Ἀρκεσιλάου δὲ ἠκροᾶτο τοῦ φιλοσόφου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ τάλαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων ἦν δὲ ἰσχνότατος, ἄνοσος διατελέσας: Μητρόδωρος δ ὁ Σκήψιος ἐν δευτέρῳ περὶ Ἀλειπτικῆς Ἱππώνακτα τὸν ποιητὴν οὐ μόνον μικρὸν γενέσθαι τὸ σῶμα ἀλλὰ καὶ λεπτόν, ἀκρότονον δ οὕτως ὡς πρὸς τοῖς ἄλλοις καὶ κενὴν λήκυθον βάλλειν μέγιστόν τι διάστημα, τῶν ἐλαφρῶν σωμάτων διὰ τὸ μὴ δύνασθαι τὸν ἀέρα τέμνειν οὐκ ἐχόντων βιαίαν τὴν φοράν. λεπτὸς δ ἦν καὶ Φιλιππίδης, καθ οὗ λόγος ἐστὶν Ὑπερείδῃ τῷ ῥήτορι, λέγων αὐτὸν ἕνα τῶν πολιτευομένων εἶναι, ἦν δ εὐτελὴς τὸ σῶμα διὰ λεπτότητα, ὡς ὁ Ὑπερείδης ἔφη. Ἄλεξίς τ ἐν Θεσπρωτοῖς φησιν Ἑρμῆ νεκρῶν προπομπὲ καὶ Φιλιππίδου κληροῦχε, Νυκτὸς τ ὄμμα τῆς μελαμπέπλου.

καὶ Ἀριστοφῶν Πλάτωνι:

ἐν ἡμέραις τρισὶν ἰσχνότερον αὐτὸν ἀποφανῶ Φιλιππίδου. β. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς· Μένανδρος δὲ Ὀργῇ ὁ λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακὼν Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν. ὅτι δὲ καὶ πεφιλιππιδῶσθαι ἔλεγον τὸ λελεπτύνθαι Ἄλεξις ἐν Μανδραγοριζομένῃ φησὶν κακῶς ἔχεις,6 στρουθὶς ἀκαρὴς νὴ Δί ἐγένου πεφιλιππίδωσαι. Β.

μὴ σὺ καινῶς μοι λάλει: ὅσον οὐ τέθνηκα. α. τοῦ ταλαιπώρου πάθους: πολλῷ οὖν κάλλιὸν ἐστι τοιοῦτόν τινα εἶναι τὴν ἰδέαν ἢ ὥς φησιν Ἀντιφάνης ἐν Αἰόλῳ: τοῦτον οὖν δι οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος ἀσκὸν καλοῦσι πάντες οὑπιχώριοι. Ἡρακλείδης δὲ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς Δεινίαν φησὶ τὸν μυροπώλην διὰ τρυφὴν εἰς ἔρωτα ἐμπεσόντα καὶ πολλὰ χρήματα ἀναλώσαντα, ὡς ἔξω τῶν ἐπιθυμιῶν ἐγένετο, ὑπὸ λύπης ἐκταραχθέντα ἐκτεμεῖν αὑτοῦ τὰ αἰδοῖα: ταῦτα πάντα ποιούσης τῆς ἀκολάστου τρυφῆς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION