- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 75

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 75)

οὖν κάλλιόν ἐστιν, ἀγαθὲ Τιμόκρατες, πενόμενον εἶναι λεπτότερον:? ὧν καταλέγει Ἕρμιππος ἐν Κέρκωψιν ἢ ὑπερπλουτοῦντας τῷ Ταναγραίῳ κήτει ἐοικέναι, καθάπερ οἱ προειρημένοι ἄνδρες. φησὶ δ οὕτως ὁ Ἕρμιππος πρὸς τὸν Διόνυσον τὸν λόγον ποιούμενος: οἱ γὰρ πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βούδια,3 Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος. καὶ Ἀριστοφάνης δ ἐν Γηρυτάδῃ λεπτοὺς τούσδε καταλέγει, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Αἵδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητὰς λέγων οὑτωσί καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας ἔτλη κατελθεῖν· β.

ἕνα γὰρ ἀφ ἑκάστης τέχνης εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας, οὓς ᾖσμεν ὄντας ᾄδοφοίτας καὶ θαμὰ ἐκεῖσε φιλοχωροῦντας. α. εἰσὶ γάρ τινες ἄνδρες παρ ὑμῖν ᾄδοφοῖται· β. νὴ Δία μάλιστά γ, ὥσπερ Θρᾳκοφοῖται. πάντ ἔχεις. α. καὶ τίνες ἂν εἰε῀ν· β. πρῶτα μὲν Σαννυρίων ἀπὸ τῶν τρυγῳδῶν,1 δὲ τῶν τραγικῶν χορῶν Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας. εἶθ ἑξῆς φησιν ὡς σφόδρ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ ἄρα:

τούτους γάρ, ἢν πολλῷ ξυνέλθῃ,4 ξυλλαβὼν ὁ τῆς διαρροίας ποταμὸς ἐξοιχήσεται, περὶ δὲ τοῦ Σαννυρίωνος καὶ Στράττις ἐν Ψυχασταῖς φησιν Σαννυρίωνος σκυτίνην ἐπικουρίαν. περὶ δὲ Μελήτου αὐτὸς ὁ Σαννυρίων ἐν Γέλωτι λέγει οὕτως: Μελήτου τὸν ἀπὸ Ληναίου νεκρόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION