호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποιήσειν εἰ μὴ τὸν βίον ἐπανορθώσοιτο,1 εἰπόντοσ τοῦ Λυσάνδρου ὅτι καὶ Ἀγησίλαοσ, ὅτε διέτριβεν περὶ τὸν Ἑλλήσποντον πολεμῶν τοῖσ βαρβάροισ, ὁρῶν τοὺσ Ἀσιαγενεῖσ ταῖσ μὲν στολαῖσ πολυτελῶσ ἠσκημένουσ, τοῖσ σώμασιν δ’ οὕτωσ ἀχρείουσ ὄντασ, γυμνοὺσ πάντασ ἐκέλευσε τοὺσ ἁλισκομένουσ ἐπὶ τὸν κήρυκα ἄγειν καὶ χωρὶσ πωλεῖν τὸν τούτων ἱματισμόν, ὅπωσ οἱ σύμμαχοι γιγνώσκοντεσ διότι πρὸσ μὲν ἆθλα μεγάλα, πρὸσ δ’ ἄνδρασ εὐτελεῖσ ὁ ἀγὼν συνέστηκε, προθυμότερον ταῖσ ψυχαῖσ ὁρμῶσιν ἐπὶ τοὺσ ἐναντίουσ, καὶ Πύθων δ’ ὁ Βυζάντιοσ ῥήτωρ, ὡσ Λέων ἱστορεῖ ὁ πολίτησ αὐτοῦ, πάνυ ἦν παχὺσ τὸ σῶμα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기