- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 72

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 72)

Τιθωνὸν δ ἀπὸ τῆς ἑώ μέχρι δυσμῶν κοιμώμενον μόλις αἱ ἐπιθυμίαι πρὸς ἑσπέραν ἐπήγειρον ὅθεν Ηοἶ συγκοιμᾶσθαι λεχθείς, διὰ τὸ ταῖς ἐπιθυμίαις ἐμπεπλέχθαι ἐπὶ γήρως ἐν ταλάρῳ καθεῖρκται, κρεμαστὸς ὢν πρὸς ἀλήθειαν ἐκ τούτων, καὶ Μελάνθιος δὲ τὸν αὑτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου.? πολλοὶ δὲ καὶ ἄλλοι πᾶν τὸ σῶμα διεστράφησαν διὰ τὰς ἀκαίρους ἡδονάς, οἱ δὲ καὶ εἰς πάχος σώματος ἐπέδωκαν, ἄλλοι δὲ καὶ εἰς ἀναισθησίαν διὰ πολλὴν τρυφήν. "ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας ὑπὸ τρυφῆς καὶ τῆς καθ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελόνας λεπτὰς τῷ μήκει διαφερούσας, ἃς διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν εἰ δὲ πρὸς τὸν καθαρὸν τόπον ἡ βελόνη διελθοῦσα ἔθιγεν, τότε διηγείρετο. "τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτοι,2 τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσιν. "μνημονεύει δ αὐτοῦ Μένανδρος ἥκιστὰ γ ὢν λοίδορος ἐν τοῖς Ἁλιεῦσιν, τὸν μῦθον ὑποστησάμενος ὑπέρ τινων φυγάδων ἐξ Ἡρακλείας: "παχὺς γὰρ ὗς ἔκειτ ἐπὶ στόμα. "καὶ πάλιν ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον. "καὶ ἔτι ἴδιον ἐπιθυμῶν, μόνος μοι θάνατος οὗτος φαίνεται εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχὺν ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ ἔχοντ ἄνω, ἐσθίοντα καὶ λέγοντα σήπομ ὑπὸ τῆς ἡδονῆς ἀπέθανεν δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησεν τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διενηνοχώς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION