- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 67

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 67)

οὐ μόνος δ Ἀρίστιππος καὶ οἱ ἀπ αὐτοῦ τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἀλλὰ καὶ Ἐπίκουρος καὶ οἱ ἀπὸ τούτου, καὶ ἵνα μὴ τοὺς καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα,1 ἅπερ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα ἃ ἐν τῷ περὶ Τέλους εἴρηκεν, τούτων μνησθήσομαι.? "οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δι ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ ὄψιν ἡδείας κινήσεις. "περὶ γαστέρα, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν. καὶ ὁ Ἐπίκουρος δέ φησιν ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή: "καὶ τὰ σοφὰ καὶ κτὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν. "τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ: σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν τῆς ἡδονῆς καὶ θεραπαίνης τάξιν ἐπέχουσαν. "προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION