호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ φιλοσόφων δὲ αἱρέσεις ὅλαι τῆς περὶ τὴν τρυφὴν αἱρέσεως ἀντεποιήσαντο:? καὶ ἥ γε Κυρηναικὴ καλουμένη ἀπ Ἀριστίππου τοῦ Σωκρατικοῦ τὴν ἀρχὴν λαβοῦσα, ὃς ἀποδεξάμενος τὴν ἡδυπάθειαν ταύτην τέλος εἶναι ἔφη καὶ ἐν αὐτῇ τὴν εὐδαιμονίαν βεβλῆσθαι: καὶ μονόχρονον αὐτὴν εἶναι, παραπλησίως τοῖς ἀσώτοις οὔτε τὴν μνήμην τῶν γεγονυιῶν ἀπολαύσεων πρὸς αὑτὸν ἡγούμενος οὔτε τὴν ἐλπίδα τῶν ἐσομένων, ἀλλ ἑνὶ μόνῳ τὸ ἀγαθὸν κρίνων τῷ παρόντι, τὸ δὲ ἀπολελαυκέναι καὶ ἀπολαύσειν οὐδὲν νομίζων πρὸς αὑτόν, τὸ μὲν ὡς οὐκέτ ὄν, τὸ δὲ οὔπω καὶ ἄδηλον ὁποῖον καὶ οἱ τρυφῶντες πάσχουσι τὸ παρὸν εὖ ποιεῖν ἀξιοῦντες. ὡμολόγησεν δὲ αὐτοῦ τῷ δόγματι καὶ ὁ βίος, ὃν ἐβίωσεν ἐν πάσῃ τρυφῇ καὶ πολυτελείᾳ μύρων καὶ ἐσθήτων καὶ γυναικῶν. Λαίδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις ἔχαιρεν καίτοι πολλάκις ἐνυβριζόμενος. Ἡγήσανδρος γοῦν φησιν ὡς καὶ ἀδόξου ποτὲ κλισίας παρ αὐτῷ τυχὼν ἤνεγκεν ἐρωτήσαντός τε τοῦ Διονυσίου τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς ἔφησεν παραπλησίαν εἶναι.
"ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοξοτάτη δι ἡμᾶς, αὕτη τε τήμερον καὶ ἔνδοξος γέγονεν διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ ἠδόξει μὴ παρόντος ἐμοῦ. καὶ ἐν ἄλλοις δὲ φησιν ὁ Ἡγήσανδρος: "Ἀρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ ἐπὶ τῷ ἀνέχεσθαι ὑπ Ἀντιφῶντος, εἰ δ ἁλιευόμενος ἐτύγχανον ἔφη, καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον·
διέτριβεν δ ὁ Ἀρίστιππος τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν διὸ καὶ ὁ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασί φησιν ὅτι πολλάκις ἐνουθέτει αὐτὸν ὁ Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς Ἀρετῆς καὶ τῆς Ἡδονῆς εἰσῆγεν. "ἔχω καὶ οὐκ ἔχομαι. καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς τῶν τριῶν γυναικῶν. καὶ μύροις ἐλούετο καὶ ἔφασκεν ὅτι: κἀν βακχεύμασιν οὖσ1 ἥ γε σώφρων οὐ διαφθαρήσεται.
κωμῳδῶν δὲ αὐτὸν Ἄλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε: ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν ἐπέθετο. Κυρηναῖος ἦν ἐνταῦθά τις,2 ὣς φασ1, Ἀρίστιππος, σοφιστὴς εὐφυής, μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων, τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται ὁ δεσπότης, καὶ τὴν τέχνην μὲν οὐ πάνυ ἐξέμαθε, τὴν δ ἀρτηρίαν συνήρπασεν. Ἀντιφάνης δ ἐν Ἀνταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν:
α. ὦ τάν, κατανοεῖς τίς ποτ ἐστὶν οὑτοσὶ ὁ γέρων· β. ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικὸς λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός, πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία, βαυκὶς τρυφῶσα τί μακρὰ δεῖ λέγειν· ὅλως αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기