- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 62

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 62)

οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὰ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιόν τὸν Ἐφέσιον ζωγράφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς Βίοις.? οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπ αὐτοῦ ἐπιτελουμένοις ἔργοις: ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ ἔγραψεν. "ῥαβδοδίαιτος ἀνήρ. ἐπέγραψεν δ ἐπὶ πολλῶν ἔργων αὐτοῦ καὶ τάδε: ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ ἔγραψεν Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου. οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὃς ῥὰ μ ἔφυσε γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης. ηὔχησε δ ἀνεμεσήτως ἐν τούτοις : εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε:

φημὶ γὰρ ἤδη τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ χειρὸς ὑφ ἡμετέρης: ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος. ἀμώμητον δ οὐδὲν ἔγεντο βροτοῖς. ἀγωνιζόμενος δέ ποτε πρὸς καταδεέστερον ἐν Σάμῳ τὸν Αἰάντα καὶ ἡττηθείς, συναχθομένων αὐτῷ τῶν φίλων, ἔφη ὡς αὐτὸς μὲν ὀλίγον φροντίζοι, Αἰάντι δὲ συνάχθοιτο δεύτερον ἡττηθέντι. ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν ἐπὶ τῆς κεφαλῆς:

εἶχεν σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας. ἀλλ οὐδὲ τὰ κατὰ τήν τέχνην ἀηδῶς ἐποιεῖτο ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος ὁ θεὸς σχηματίζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα. ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι: οἱο῀ς δ ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν Παρρασίῳ δι ὕπνου, τοῖος ὅδ ἐστὶν ὁρᾶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION