- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 55 3:

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 55 3:)

Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ι ἐκυνήγουν, τὰς δὲ χρυσᾶς πλατάνους καὶ τὴν χρυσῆν ἄμπελον ὑφ ἣν οἱ Περσῶν βασιλεῖς ἐχρημάτιζον πολλάκις καθήμενοι, σμαραγδίνους βότρυς ἔχουσαν καὶ τῶν Ἰνδικῶν ἀνθράκων ἄλλων τε παντοδαπῶν λίθων ὑπερβαλλόντων ταῖς πολυτελείαις, ἐλάττω φησὶν ὁ Φύλαρχος φαίνεσθαι τῆς καθ ἡμέραν ἑκάστοτε γινομένης παρ Ἀλεξάνδρῳ δαπάνης, ἦν γὰρ αὐτοῦ ἡ σκηνὴ κλινῶν ρ, χρυσοῖ δὲ κίονες ν κατεῖχον αὐτήν.? οἱ δὲ ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι ποικίλμασιν ἐκπεπονημένοι πολυτελέσιν ἐσκέπαζον τὸν ἄνω τόπον, καὶ πρῶτοι μὲν Πέρσαι φ μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι μετὰ δὲ τούτους τοξόται τὸν ἀριθμὸν χίλιοι, οἱ μὲν φλόγινα ἐνδεδυκότες, οἱ δὲ ὑσγινοβαφῆ,2 πολλοὶ δὲ καὶ κυάνεα εἶχον περιβόλαια.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION