- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 54

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 54)

"εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ τῶν ἄλλων φίλων, ἐνενήκοντα καὶ δύο θαλάμους κατασκευασάμενος ἐν τῷ αὐτῷ τόπῳ.? ἦν δὲ ὁ οἶκος ἑκατοντάκλινος, ἐν ᾧ ἑκάστη ἦν κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶ: "ἡ δὲ αὐτοῦ χρυσόπους ἦν. συμπαρέλαβεν δὲ εἰς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους ἅπαντας καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ τε καὶ τοῖς ἄλλοις νυμφίοις, τὴν δὲ λοιπὴν δύναμιν πεζήν τε καὶ ναυτικὴν καὶ τὰς πρεσβείας καὶ τοὺς παρεπιδημοῦντας ἐν τῇ αὐλῇ. κατεσκεύαστο δὲ ὁ οἶκος πολυτελῶς καὶ μεγαλοπρεπῶς ἱματίοις τε καὶ ὀθονίοις πολυτελέσιν, ὑπὸ δὲ ταῦτα πορφυροῖς καὶ φοινικοῖς χρυσουφέσιν, τοῦ δὲ μένειν τὴν σκηνὴν ὑπέκειντο κίονες εἰκοσαπήχεις περίχρυσοι καὶ διάλιθοι καὶ περιάργυροι. "περιεβέβληντο δὲ ἐν τῷ περιβόλῳ πολυτελεῖς αὐλαῖαι ζῳωτοὶ καὶ διάχρυσοι, κανόνας ἔχουσαι περιχρύσους καὶ περιαργύρους. "τῆς δ αὐλῆς ἦν τὸ περίμετρον στάδιοι τέσσαρες, ἐγίνετο δὲ τὰ δεῖπνα πρὸς σάλπιγγα τότε μὲν ἐν τοῖς γάμοις, καὶ ἄλλως δ αἰεὶ ὅτε τύχοι σπονδοποιούμενος,2 ὥστε πᾶν εἰδέναι τὸ στρατόπεδον. "ἐπὶ πέντε δὲ ἡμέρας ἐπετελέσθησαν οἱ γάμοι, καὶ ἐλειτούργησαν πάνυ πολλοὶ καὶ βαρβάρων καὶ Ἑλλήνων, καὶ οἱ ἀπὸ τῆς Ἰνδικῆς θαυματοποιοὶ ἦσαν διαπρέποντες, ἔτι δὲ Σκύμνος Ταραντῖνος καὶ Φιλιστίδης Συρακόσιος ῾ Ἡράκλειτός τε ὁ Μιτυληναῖος: "μεθ οὓς ἐπεδείξατο ῥαψῳδὸς Ἄλεξις Ταραντῖνος. "παρῆλθον δὲ καὶ ψιλοκιθαρισταὶ Κρατῖνος Μηθυμναῖος, Ἀριστώνυμος Ἀθηναῖος, Ἀθηνόδωρος Τήιος: "ἐκιθαρῴδησαν δὲ ῾ Ἡράκλειτός τε ὁ Ταραντῖνος καὶ Ἀριστοκράτης ὁ Θηβαῖος. "αὐλῳδοὶ δὲ παρῆλθον Διονύσιος ὁ Ἡρακλεώτης, Ὑπέρβολος Κυζικηνός: "παρῆλθον δὲ καὶ αὐληταί, οἳ πρῶτον τὸ Πυθικὸν ηὔλησαν, εἶθ ἑξῆς μετὰ τῶν χορῶν, Τιμόθεος, Φρύνιχος, Καφισίας,1 Διόφαντος, ἔτι δὲ: "Εὐιός ὁ Χαλκιδεύς. καὶ ἔκτοτε οἱ πρότερον καλούμενοι Διονυσοκόλακες Ἀλεξανδροκόλακες ἐκλήθησαν διὰ τὰς τῶν δώρων ὑπερβολάς, ἐφ οἷς καὶ ἥσθη ὁ Ἀλέξανδρος. "ὑπεκρίθησαν δὲ τραγῳδοὶ μὲν Θεσσαλὸς καὶ Ἀθηνόδωρος καὶ Ἀριστόκριτος, κωμῳδοὶ δὲ Λύκων καὶ Φορμίων καὶ Ἀρίστων, παρῆν δὲ καὶ Φασίμηλος ὁ ψάλτης. "στέφανοι ὑπὸ τῶν πρεσβευτῶν καὶ τῶν λοιπῶν ταλάντων ἦσαν μυρίων πεντακισχιλίων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION