호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ δὲ Καλλίου καὶ τῶν τούτου κολάκων φθάνομεν καὶ πρότερον εἰπόντες:? "᾿ ἀλλ ὅμως εἰς τοσοῦτον αὐτὸν περιέστησεν ὁ περὶ ἡδονὴν βίος ὥστε μετὰ γρᾳδίου βαρβάρου διατελεῖν ἠναγκάσθη καὶ τῶν ἀναγκαίων τῶν καθ ἡμέραν ἐνδεὴς γενόμενος τὸν βίον ἐτελεύτησεν. ἀλλ ἐπεὶ καινῶς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ἱστορεῖ περὶ αὐτοῦ, ἄνωθεν ἀναλαβὼν διηγήσομαι. "ὅτε τὸ πρῶτον εἰς Εὔβοιαν ἐστράτευσαν οἱ Πέρσαι, τότε, ὥς φασιν, Ἐρετριεὺς ἀνὴρ Διόμνηστος κύριος ἐγένετο τῶν τοῦ στρατηγοῦ χρημάτων, ἔτυχεν γὰρ ἐν τῷ ἀγρῷ τῷ ἐκείνου σκηνῶν καὶ τὰ χρήματα εἰς οἴκημά τι θέμενος τῆς οἰκίας. "τελευτησάντων δὲ πάντων διέλαθεν ἔχων ὁ Διόμνηστος τὸ χρυσίον. "ἐπεὶ δὲ πάλιν ὁ τῶν Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν Ἐρέτριαν στράτευμα, προστάξας ἀνάστατον ποιῆσαι τὴν πόλιν, εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν. "οἱ οὖν καταλελειμμένοι τῆς τοῦ Διομνήστου οἰκίας παρ Ἱππόνικον τὸν Καλλίου τὸν Ἄμμωνα ἐπικαλούμενον ὑπεξέθεντο τὰ χρήματα εἰς τὰς Ἀθήνας, καὶ ἀνασκευασθέντων ὑπὸ τῶν Περσῶν ἁπάντων τῶν Ἐρετριέων κατέσχον οὗτοι τὰ χρήματα πολλὰ ὄντα. "ὥστε Ἱππόνικος ὁ ἀπ ἐκείνου γεγονὼς τοῦ τὴν παρακαταθήκην λαβόντος ᾔτησεν Ἀθηναίους ποτὲ ἐν ἀκροπόλει τόπον ἵν οἰκοδομήσηται τοῖς χρήμασιν ὅπου κείσεται, λέγων ὡς οὐκ ἀσφαλὲς ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἶναι. "καὶ ἔδοσαν Ἀθηναῖοι νουθετηθεὶς δ ὑπὸ τῶν φίλων μετενόησεν. "τούτων οὖν τῶν χρημάτων Καλλίας κύριος γενόμενος καὶ πρὸς ἡδονὴν βιώσας ποῖοι γὰρ οὐ κόλακες ἢ τί πλῆθος οὐχ ἑταίρων περὶ αὐτὸν ἦσαν, ποίας δὲ δαπάνας οὐχ ὑπερεώρα κεῖνος· "τοῦ Περγασῆθεν πλοῦτον ἢ τὸν Ἰσχομάχου τίνες ἀπώλεσαν·
"οὐκ Αὐτοκλέης καὶ Ἐπικλέης, οἳ μετ ἀλλήλων ζῆν προελόμενοι καὶ πάντ ἐν ἐλάττονι ποιούμενοι τῆς ἡδονῆς, ἐπειδὴ πάντα κατανάλωσαν, κώνειον πιόντες ἅμα τὸν βίον ἐτελεύτησαν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기