호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀκεῖ γενόμενοσ καὶ ἐν τῷ πολέμῳ ἀποθανὼν οὐδὲ ταφῆσ κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ χρήματα ὑποσχομένων τοῖσ πολεμίοισ ὑπὲρ τοῦ ἀνελέσθαι αὐτοῦ τὸ σῶμα. Φύλαρχοσ δὲ ἐν τῇ ι τῶν Ἱστοριῶν Θρᾳκῶν φησι τῶν καλουμένων Κροβύζων βασιλέα γενέσθαι Ἰσάνθην, τρυφῇ πάντασ τοὺσ καθ’ ἑαυτὸν ὑπερβαλλόμενον. ἦν δὲ καὶ πλούσιοσ καὶ καλόσ, ἐν δὲ τῇ δευτέρᾳ καὶ εἰκοστῇ ὁ αὐτὸσ Πτολεμαῖον φησι τὸν δεύτερον Αἰγύπτου βασιλεύσαντα, πάντων σεμνότατον γενόμενον τῶν δυναστῶν καὶ παιδείασ εἴ τινα καὶ ἄλλον καὶ αὐτὸν ἐπιμεληθέντα οὕτωσ ἐξαπατηθῆναι τὴν διάνοιαν καὶ διαφθαρῆναι ὑπὸ τῆσ ἀκαίρου τρυφῆσ ὥστε τὸν πάντα χρόνον ὑπολαβεῖν βιώσεσθαι καὶ λέγειν ὅτι μόνοσ εὑρ́οι τὴν ἀθανασίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기