호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔθος δὲ παρ αὐτοῖς καὶ τοὺς παῖδας μέχρι τῆς τῶν ἐφήβων ἡλικίας ἁλουργίδας τε φορεῖν καὶ πλοκαμῖδας ἀναδεδεμένους χρυσοφορεῖν.? ἐπιχωριάζειν δὲ παρ αὐτοῖς διὰ τὴν τρυφὴν ἀνθρωπάρια μικρὰ καὶ τοὺς σκωπαίους,4 ὥς φησιν ὁ Τίμαιος,5 τοὺς καλουμένους παρά τισι στίλπωνας καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς καὶ ἕπεσθαι εἰς τὰ γυμνάσια. πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασσανάσσης ὁ τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ Ὑπομνημάτων, ζητοῦσιν συνωνεῖσθαι πιθήκους: "παρ ὑμῖν, ὦ οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσιν παιδία· παιδίοις γὰρ ἔχαιρεν ὁ Μασσανάσσης καὶ εἶχεν παρ αὑτῷ τρεφόμενα τῶν υἱῶν πολλοὶ δὲ ἦσαν τὰ τέκνα καὶ τῶν θυγατέρων ὁμοίως, καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφεν μέχρι τριῶν ἐτῶν μεθ ἃ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παραγινομένων ἄλλων. τὰ δὲ αὐτὰ ἔφη καὶ Εὔβουλος ὁ κωμικὸς ἐν Χάρισιν οὕτως:
καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν ἄνθρωπον ἔστ ἄνθρωπον, ἂν ἔχῃ βίον, ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα ἢ στρουθὸν ἢ πίθηκον, ἐπίβουλον κακόν. καὶ Ἀθηνόδωρος δὲ ἐν τῷ περὶ Σπουδῆς καὶ Παιδιᾶς Ἀρχύταν φησὶ τὸν Ταραντῖνον πολιτικὸν ἅμα καὶ φιλόσοφον γενόμενον πλείστους οἰκέτας ἔχοντα αἰεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφιεμένοις εἰς τὸ συμπόσιον ἥδεσθαι.
ἀλλ οἱ Συβαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기