호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἔτι τότε τῇ ἐκ Περσῶν παιδείᾳ καὶ τῇ Μήδων στολῇ καὶ ἁβρότητι.? "νῦν δὲ τὴν μὲν ἐκ Περσῶν καρτερίαν περιορῶσιν ἀποσβεννυμένην, τὴν δὲ τῶν Μήδων μαλακίαν διασῴζονται, σαφηνίσαι δὲ βούλομαι καὶ τὴν θρύψιν αὐτῶν. ἐκείνοις γὰρ πρῶτον μὲν οὐκέτι τὰς εὐνὰς μόνον ἀρκεῖ μαλακῶς ὑποστόρνυσθαι, ἀλλ ἤδη καὶ τῶν κλινῶν τοὺς πόδας ἐπὶ ταπίδων τιθέασιν, ὅπως μὴ ἀντερείδῃ τὸ δάπεδον, ἀλλ ὑπείκωσιν αἱ τάπιδες. "καὶ μὴν τὰ πεττόμενα ἐπὶ τράπεζαν ὅσα τε πρότερον εὑρ´ητο οὐδὲν αὐτῶν ἀφῄρηται ἄλλα τε καινὰ αἰεὶ ἐπιμηχανῶνται, καὶ ὄψα γε ὡσαύτως: "καὶ γὰρ καινοποιητὰς ἀμφοτέρων τούτων κέκτηνται. "ἀλλὰ καὶ ἐν τῷ χειμῶνι οὐ μόνον κεφαλὴν καὶ σῶμα καὶ πόδας αὐτοῖς ἀρκεῖ ἐσκεπάσθαι, ἀλλὰ καὶ περὶ ἄκραις ταῖς χερσὶν χειρῖδας δασείας καὶ δακτυλήθρας ἔχουσιν. "ἔν γε μὴν τῷ θέρει οὐκ ἀρκοῦσιν αὐτοῖς οὔθ αἱ τῶν δένδρων οὔθ αἱ τῶν πετρῶν σκιαί, ἀλλ ἐν ταύταις ἑτέρας σκιάδας ἄνθρωποι μηχανώμενοι αὐτοῖς παρεστᾶσι. κἀν τοῖς ἑξῆς δέ φησι περὶ αὐτῶν οὑτωσί: "νῦν δὲ στρώματα πλείω ἔχουσιν ἐπὶ τῶν ἵππων ἢ ἐπὶ τῶν εὐνῶν οὐ γὰρ τῆς ἱππείας οὕτως ὡς τοῦ μαλακῶς καθῆσθαι ἐπιμέλονται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기