- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 6

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 6)

διόπερ καὶ Μεγακλείδης ἐπιτιμᾷ τοῖς μεθ Ὅμηρον καὶ Ἡσίοδον ποιηταῖς ὅσοι περὶ Ἡρακλέους εἰρήκασιν ὡς στρατοπέδων ἡγεῖτο καὶ πόλεις ᾕρει:? "ὃς μεθ ἡδονῆς πλείστης τὸν μετ ἀνθρώπων βίον διετέλεσε, πλείστας μὲν γυναῖκας γήμας, ἐκ πλείστων δὲ λάθρᾳ παρθένων παιδοποιησάμενος. εἴποι γὰρ ἄν τις πρὸς τοὺς οὐ ταῦτα παραδεχομένους: "πόθεν, ὦ οὗτοι, τὴν περὶ τὰς ἐδωδὰς αὐτῷ σπουδὴν ἀνατίθετε, ἢ πόθεν παρῆλθεν εἰς τοὺς ἀνθρώπους τὸ τῆς λοιβαίας κύλικος μηδὲν ὑπολείπεσθαι, εἰ μὴ τὰ περὶ τὰς ἡδονὰς ἐδοκίμαζεν, ἢ διὰ τί τὰ θερμὰ λουτρὰ τὰ φαινόμενα ἐκ τῆς γῆς πάντες ῾ Ἡρακλέους φασὶν εἶναι ἱερά, ἢ διὰ τί τὰς μαλακὰς στρωμνὰς ῾ Ἡρακλέους κοίτας εἰώθασι καλεῖν, εἰ κατεφρόνει τῶν ἡδέως ζώντων· τοῦτον οὖν, φησίν, οἱ νεώτεροι ποιηταὶ κατασκευάζουσιν ἐν λῃστοῦ σχήματι μόνον περιπορευόμενον, ξύλον ἔχοντα καὶ λεοντῆν καὶ τόξα:

καὶ ταῦτα πλάσαι πρῶτον Στησίχορον τὸν Ἱμεραῖον. καὶ Ξάνθος δ ὁ μελοποιός, πρεσβύτερος ὢν Στησιχόρου, ὡς καὶ αὐτὸς ὁ Στησίχορος μαρτυρεῖ, ὥς φησιν ὁ Μεγακλείδης, οὐ ταύτην αὐτῷ περιτίθησι τὴν στολήν, ἀλλὰ τὴν Ὁμηρικήν.

πολλὰ δὲ τῶν Ξάνθου παραπεποίηκεν ὁ Στησίχορος, ὥσπερ καὶ τὴν Ὀρέστειαν καλουμένην. > Ἀντισθένης δὲ τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκεν τὴν ἀμεταμέλητον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION