호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡρακλείδης δ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς τάδε λέγει:? "οἱ τύραννοι καὶ οἱ βασιλεῖς τῶν ἀγαθῶν ὄντες κύριοι καὶ πάντων εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσιν, μεγαλοψυχοτέρας ποιούσης τῆς ἡδονῆς τὰς τῶν ἀνθρώπων φύσεις, ἅπαντες γοῦν οἱ τὴν ἡδονὴν τιμῶντες καὶ τρυφᾶν προῃρημένοι μεγαλόψυχοι καὶ μεγαλοπρεπεῖς εἰσιν, ὡς Πέρσαι καὶ Μῆδοι. "μάλιστα γὰρ τῶν ἄλλων ἀνθρώπων τὴν ἡδονὴν οὗτοι καὶ τὴν τρυφὴν τιμῶσιν, ἀνδρειότατοι καὶ μεγαλοψυχότατοι τῶν βαρβάρων ὄντες. "ἐστὶ γὰρ τὸ μὲν ἥδεσθαι καὶ τὸ τρυφᾶν ἐλευθέρων ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει: "τὸ δὲ πονεῖν δούλων καὶ ταπεινῶν διὸ καὶ συστέλλονται οὗτοι καὶ τὰς φύσεις, καὶ ἡ Ἀθηναίων πόλις, ἑώς ἐτρύφα, μεγίστη τε ἦν καὶ μεγαλοψυχότατοι ἔτρεφεν ἄνδρας, ἁλουργῆ μὲν γὰρ ἠμπίσχοντο ἱμάτια, ποικίλους δ ὑπέδυνον χιτῶνας, κορύμβους δ ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόρρας ἐφόρουν ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν. "καὶ τοιοῦτοι ἦσαν οἱ τὴν ἐν Μαραθῶνι νικήσαντες μάχην καὶ μόνοι τὴν τῆς Ἀσίας ἁπάσης δύναμιν χειρωσάμενοι. "καὶ οἱ φρονιμώτατοι δέ, φησίν, καὶ μεγίστην δόξαν ἐπὶ σοφίᾳ ἔχοντες μέγιστον ἀγαθὸν τὴν ἡδονὴν εἶναι νομίζουσιν, Σιμωνίδης μὲν οὑτωσὶ λέγων τίς γὰρ ἁδονᾶς ἄτερ θνατῶν βίος ποθεινὸς ἢ ποία τυραννίς· "τᾶσδ ἄτερ οὐδὲ θεῶν ζαλωτὸς αἰών. Πίνδαρος δὲ παραινῶν Ιἕρωνι τῷ Συρακοσίων ἄρχοντι: "μηδ ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ: ": "πολύ τοι φέριστον ἀνδρὶ τερπνὸς αἰών. καὶ Ὅμηρος δὲ τὴν εὐφροσύνην καὶ τὸ εὐφραίνεσθαι τέλος φησὶν εἶναι χαριέστερον,1 ὅταν δαιτυμόνες μὲν ἀοιδοῦ ἀκουάζωνται, παρὰ δὲ πλήθωσι τράπεζαι. "τοὺς δὲ θεούς φησιν εἶναι ῥεῖα ζώοντας τὸ δὲ ῥεῖα ἐστὶν ἀπόνως, ὥσπερ ἐνδεικνύμενος ὅτι μέγιστόν ἐστι τῶν κακῶν ἡ περὶ τὸ ζῆν ταλαιπωρία καὶ ὁ πόνος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기