- 텍스트

Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 4

(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 4)

Πλάτων δ ἐν τῷ Φιλήβῳ φησίν:? "ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον. "ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφεν παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων. γράφων οὕτως: "- ὀρθότατα μὲν οὖν. "ἆρ οὖν οὐχὶ ἡ τοῦ φαγεῖν μέχρις ὑγιείας καὶ εὐεξίας καὶ αὐτοῦ σίτου καὶ ὄψου ἀναγκαῖος ἂν εἰή· "ἡ μὲν γέ που τοῦ σίτου κατ ἀμφότερα ἀναγκαία, ᾗ τε ὠφέλιμος ᾗ τε2 παῦσαι ζῶντας δυνατή3· "- ναί. - ἡ δὲ ὄψου, εἲ πῄ τινα ὠφέλειαν πρὸς εὐεξίαν παρέχεται· "- πάνυ μὲν οὖν. - τί δαί· "ἡ πέρα τούτων καὶ ἀλλοίων ἐδεσμάτων ἢ τοιούτων ἐπιθυμία, συνατὴ σὲ κολαζομένη ἐκ νέων πολλῶν ἀπαλλάττεσθαι, καὶ βλαβερὰ μὲν σώματι, βλαβερὰ δὲ ψυχῇ πρός τε φρόνησιν καὶ πρὸς τὸ σωφρονεῖν, ἆρά γε ὀρθῶς οὐκ: "ἀναγκαία ἂν καλοῖτο·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION