호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ γὰρ ἀπόλαυσις δήπου μετ ἐπιθυμίας πρῶτον, ἔπειτα μεθ ἡδονῆς.? καίτοι Σοφοκλῆς γ ὁ ποιητής, τῶν ἀπολαυστικῶν εἷς ὤν, ἵνα μὴ κατηγορῇ τοῦ γήρως, εἰς σωφροσύνην ἔθετο τὴν ἀσθένειαν αὐτοῦ τὴν περὶ τὰς τῶν ἀφροδισίων ἀπολαύσεις, φήσας ἀσμένως ἀπηλλάχθαι αὐτῶν ὥσπερ τινὸς ἀγρίου δεσπότου. ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς πρὸς ἀρετὴν οὖσαν σύγκρισιν προκριθείσης γοῦν τῆς Ἀφροδίτης, αὕτη δ ἐστὶν ἡ ἡδονή, πάντα συνεταράχθη. καί μοι δοκεῖ καὶ ὁ καλὸς ἡμῶν Ξενοφῶν τὸν περὶ τὸν Ἡρακλέα καὶ τὴν Ἀρετὴν μῦθον ἐντεῦθεν πεπλακέναι. κατὰ γὰρ τὸν Ἐμπεδοκλέα: οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια. τὴν οἵ γ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις σμύρνης τ ἀκρήτου θυσίαις λιβάνου τε θυώδους, ξανθῶν τε σπονδὰς μελίτων ῥίπτοντες ἐς οὖδας.
φιλόμουσον εἶν αὐτὸν πάνυ ἀκούσματ εἰς τρυφήν τε παιδεύεσθ ἀεί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기