Aristotle, Rhetoric, Book 1, chapter 15 17:

(아리스토텔레스, 수사학, Book 1, chapter 15 17:)

οἱ δ’ ἄπωθεν περὶ τούτων πιστότεροι, πιστότατοι δ’ οἱ παλαιοί· ἀδιάφθοροι γάρ. πιστώματα δὲ περὶ μαρτυριῶν μάρτυρασ μὲν μὴ ἔχοντι, ὅτι ἐκ τῶν εἰκότων δεῖ κρίνειν καὶ τοῦτ’ ἐστὶ τὸ "γνώμῃ τῇ ἀρίστῃ" , καὶ ὅτι οὐκ ἔστιν ἐξαπατῆσαι τὰ εἰκότα ἐπὶ ἀργυρίῳ, καὶ ὅτι οὐχ ἁλίσκεται τὰ εἰκότα ψευδομαρτυριῶν· ἔχοντι δὲ πρὸσ μὴ ἔχοντα, ὅτι οὐχ ὑπόδικα τὰ εἰκότα, καὶ ὅτι οὐδὲν ἂν ἔδει μαρτυριῶν, εἰ ἐκ τῶν λόγων ἱκανὸν ἦν θεωρῆσαι.

SEARCH

MENU NAVIGATION