- 텍스트

Aristotle, Rhetoric, Book 1, chapter 10 18:

(아리스토텔레스, 수사학, Book 1, chapter 10 18:)

τί μὲν οὖν ἐστιν ἡ ὀργή, δῆλον ἔσται ἐν τοῖς περὶ τῶν παθῶν.? δι ἐπιθυμίαν δὲ πράττεται ὅσα φαίνεται ἡδέα. ἔστιν δὲ καὶ τὸ σύνηθες καὶ τὸ ἐθιστὸν ἐν τοῖς ἡδέσιν: πολλὰ γὰρ καὶ τῶν φύσει μὴ ἡδέων, ὅταν συνεθισθῶσιν, ἡδέως ποιοῦσιν: ὥστε συλλαβόντι εἰπεῖν, ὅσα δι αὑτοὺς πράττουσιν ἅπαντ ἐστὶν ἢ ἀγαθὰ ἢ φαινόμενα ἀγαθά, ἢ ἡδέα ἢ φαινόμενα ἡδέα. ἐπεὶ δ ὅσα δι αὑτοὺς ἑκόντες πράττουσιν, οὐχ ἑκόντες δὲ ὅσα μὴ δι αὑτούς, πάντ ἂν εἰή ὅσα ἑκόντες πράττουσιν ἢ ἀγαθὰ ἢ φαινόμενα ἀγαθά, ἢ ἡδέα ἢ φαινόμενα ἡδέα: τίθημι γὰρ καὶ τὴν τῶν κακῶν ἢ φαινομένων κακῶν ἢ ἀπαλλαγὴν ἢ ἀντὶ μείζονος ἐλάττονος μετάληψιν ἐν τοῖς ἀγαθοῖς αἱρετὰ γάρ πως, καὶ τὴν τῶν λυπηρῶν ἢ φαινομένων <λυπηρῶν> ἢ ἀπαλλαγὴν ἢ μετάληψιν ἀντὶ μειζόνων ἐλαττόνων ἐν τοῖς ἡδέσιν ὡσαύτως. ληπτέον ἄρα τὰ συμφέροντα καὶ τὰ ἡδέα, πόσα καὶ ποῖα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION