- 텍스트

Aristotle, Rhetoric, Book 1, chapter 6 29:

(아리스토텔레스, 수사학, Book 1, chapter 6 29:)

καὶ τὰ εὐκατέργαστα.? καὶ ὧν ἐπιθυμοῦντες τυγχάνουσιν, οὐ γὰρ μόνον ἡδὺ ἀλλὰ καὶ βέλτιον φαίνεται. δυνατὰ γὰρ καὶ ῥᾴδια: εὐκατέργαστα δὲ ἃ πάντες ἢ οἱ πολλοὶ ἢ οἱ ὅμοιοι ἢ οἱ ἥττους κατώρθωσαν. καὶ ἃ χαριοῦνται τοῖς φίλοις, ἢ ἃ ἀπεχθήσονται τοῖς ἐχθροῖς. καὶ ὅσα οὓς θαυμάζουσι προαιροῦνται πράττειν. καὶ πρὸς ἃ εὐφυεῖς εἰσιν καὶ ἔμπειροι: ῥᾷον γὰρ κατορθώσειν οἰόνται. καὶ ἃ μηδεὶς φαῦλος: ἐπαινετὰ γὰρ μᾶλλον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION