호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὧν μὲν οὖν δεῖ στοχάζεσθαι προτρέποντα ὡσ ἐσομένων ἢ ὑπαρχόντων, καὶ ὧν ἀποτρέποντα, φανερόν· τὰ γὰρ ἐναντία τούτων ἐστίν. ἐπεὶ δὲ πρόκειται τῷ συμβουλεύοντι σκοπὸσ τὸ συμφέρον βουλεύονται γὰρ οὐ περὶ τοῦ τέλουσ, ἀλλὰ περὶ τῶν πρὸσ τὸ τέλοσ, ταῦτα δ’ ἐστὶ τὰ συμφέροντα κατὰ τὰσ πράξεισ, τὸ δὲ συμφέρον ἀγαθόν, ληπτέον ἂν εἰή τὰ στοιχεῖα περὶ ἀγαθοῦ καὶ συμφέροντοσ ἁπλῶσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기