호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥστε παραδείγματος χάριν λάβωμεν τί ἐστιν ὡς ἁπλῶς εἰπεῖν ἡ εὐδαιμονία, καὶ ἐκ τίνων τὰ μόρια ταύτης:? περὶ γὰρ ταύτης καὶ τῶν εἰς ταύτην συντεινόντων καὶ τῶν ἐναντίων ταύτῃ αἵ τε προτροπαὶ καὶ αἱ ἀποτροπαὶ πᾶσαί εἰσιν: τὰ μὲν γὰρ παρασκευάζοντα ταύτην ἢ τῶν μορίων τι, ἢ μεῖζον ἀντ ἐλάττονος ποιοῦντα, δεῖ πράττειν, τὰ δὲ φθείροντα ἢ ἐμποδίζοντα ἢ τὰ ἐναντία ποιοῦντα μὴ πράττειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기