호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὥστε περὶ μὲν πόρων τὸν μέλλοντα συμβουλεύειν δέοι ἂν τὰσ προσόδουσ τῆσ πόλεωσ εἰδέναι τίνεσ καὶ πόσαι, ὅπωσ εἴτε τισ παραλείπεται προστεθῇ καὶ εἴ τισ ἐλάττων αὐξηθῇ, ἔτι δὲ τὰσ δαπάνασ τῆσ πόλεωσ ἁπάσασ, ὅπωσ εἴ τισ περίεργοσ ἀφαιρεθῇ καὶ εἴ τισ μείζων ἐλάττων γένηται· οὐ γὰρ μόνον πρὸσ τὰ ὑπάρχοντα προστιθέντεσ πλουσιώτεροι γίγνονται, ἀλλὰ καὶ ἀφαιροῦντεσ τῶν δαπανημάτων. ταῦτα δ’ οὐ μόνον ἐκ τῆσ περὶ τὰ ἴδια ἐμπειρίασ ἐνδέχεται συνορᾶν, ἀλλ’ ἀναγκαῖον καὶ τῶν παρὰ τοῖσ ἄλλοισ εὑρημένων ἱστορικὸν εἶναι πρὸσ τὴν περὶ τούτων συμβουλήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기