호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα οὖν ἀκριβῶσ τηρήσασ καὶ ἐγγυμνασάμενοσ αὐτοῖσ ποιήσεισ καὶ ἀξιώματοσ ὄντοσ ἐπιμέλειαν καὶ ἐξ ἐπιμελείασ ἀξίωμα, καὶ ἡ ἀφέλεια τοιαύτη ἔσται ἐν πᾶσι τὴν ἰσχὺν τῶν θεωρημάτων ἔχουσα. ταῦτα μὲν οὖν ἱκανῶσ ἐπιδέδεικταί σοι περὶ ὧν προεθέμεθα, ὅσα τε θεωρήματα καθ’ ἑκάστην λέξιν περί τε ἤθουσ καὶ ἀρχὰσ λόγου καὶ μεταχείρισιν νοημάτων καὶ γλυκύτητα λέξεωσ, καὶ ἀφέλειαν πάλιν αὖ λέξεωσ καὶ διηγήσεισ καὶ μυθώδεισ ἀγωγάσ, καὶ περὶ κάλλουσ ἐν λόγῳ, καὶ ταῦτα καθ’ ἕκαστον εἴρηται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기