호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐὰν δὲ κατὰ συγκριτικὰ ἀφαιρῇσ τοῦ μεγέθουσ, ἐπιμέλεια μᾶλλον γίνεται, ὡσ ἐν τῷ Ἀγησιλάῳ ὁ δὲ τῶν Περσῶν βασιλεὺσ νομίσασ ἁπάντων τούτων Τισσαφέρνην αἴτιον εἶναι, τοῦ κακῶσ φέρεσθαι τὰ αὑτοῦ, Τιθραύστην καταπέμψασ, ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν· καὶ τοῦτο μὲν τῆσ ἀφελείασ τὸ ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν, τὸ δὲ νομίσασ διάθεσίν τινα ἔχει τῶν ὑποκειμένων πραγμάτων· οὐ γὰρ εἶπεν, ἐπειδὴ κακῶσ μὲν ἔσχον τὰ τῶν βαρβάρων πράγματα, τοσοῦτοσ δὲ ὁ θόρυβοσ καὶ ταραχή, μάχασ δὲ τοσαύτασ ἥττηντο, τὸ τελευταῖον κατακλεισθέντεσ ἐπολιορκοῦντο, οὐδὲν τοιοῦτο, αὐτὸ δὲ μόνον ἐξήνεγκε νομίσασ, καὶ οὐχὶ ἅμα μὲν παροξυνθεὶσ τοῖσ συμβεβηκόσιν, ἅμα δὲ ἡγούμενοσ, ἀλλὰ νομίσασ. καὶ ἡ σύγκρισισ μετὰ δὲ τοῦτο τὰ μὲν τῶν βαρβάρων ἀθυμότερα ἐγένετο· καὶ οὐκ εἶπεν, ἐν ἀθυμίᾳ δεινῇ, ἀλλ’ ἀθυμότερα. καὶ τὸ μερικῶσ δὲ εἰπεῖν τὰ τῶν βαρβάρων, καὶ οὐχ οἱ βάρβαροι καὶ τοῦτο τῆσ ἀφελείασ, οἱο͂ν ὅστισ ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기