호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάνυ δὲ καλὸν ἐν τοῖς ἀφελέσι τῶν λόγων τὸ τὰς πλάσεις ποιεῖν καὶ ἐνάργειαν θαυμαστὴν ἔχει, οἱο῀ν σὺ εἰ ἤθελες πλάσας εἰπεῖν, αὐτὸς δὲ προσῆλθε καὶ εἶπεν ὅτι κατὰ καιρὸν αὐτοῖς ἐντετυχηκὼς εἰή, ὁ δὲ Ξενοφῶν, εἰς καλόν γε ὑμῖν συντετύχηκα: καὶ γὰρ κόπτειν καὶ ἀρχὰς ποιεῖσθαι τῆς ἀφελείας ἐστίν. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὲν ἐξαλλάξῃς καὶ ἀπαρτίζων εἰς πολλὰς ἀρχὰς τὸν λόγον ἐπάγῃς, δοκεῖ τῆς καινοπρεπείας καὶ τῆς λεπτοτέρας ἰδέας εἶναι, οἱο῀ν ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη ἡ Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, εἶτα ἄλλη ἀρχή, ἐπὶ ταύτῃ Μίδας τὸν σάτυρον ἐθήρασε, καὶ ἄλλη ἀρχή, ὁ [δὲ] τρόπος τῆς θηράσεως, οἴνῳ κίρνησιν αὐτήν. αἱ μὲν οὖν τοιαῦται ἀρχαὶ καὶ τὸ ὀρθοῦν συνεχῶς οὕτω τὸν λόγον τῆς λεπτοτέρας ἰδέας. τοῦ δὲ ἀρχαιοτέρου τρόπου ἀποτείναντα μιᾷ διεξόδῳ τοῦ λόγου τὸ πᾶν διεξελθεῖν: ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, ἐφ ᾗ λέγεται Μίδας τὸν σάτυρον θηρᾶσαι: καὶ ὁ τρόπος πῶς· οἴνῳ κεράσας αὐτήν: ἀπὸ μιᾶς γὰρ ἀρχῆς εἰς ἓν τέλος συμπεπέρασται ὁ λόγος. καὶ ἔστι τοῦτο τοῦ Ξενοφῶντος τύπου. περὶ τῶν ἀφανῶν πολλάκις εἶπον ὅτι δεῖ ὡς ἐξ ἀκοῆς λέγειν. ἁρμόζει δὲ τοῦτο καὶ τῷ ἀφελεῖ λόγῳ, οἱο῀ν ἐλέγετο, καὶ ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά. περὶ τῶν μυθωδῶν, οὐχ ὅτι ἐγένετο, ἀλλ ὅτι λέγεται γενέσθαι. εἴπομεν δὲ ὅτι καὶ αἱ καινοπρέπειαι τῆς ἀφελείας εἰσίν: οὐ χεῖρον οὖν κἀνταῦθα παραδείγματι χρήσασθαι, ὡς ἐν τῇ Ἀναβάσει Κύρου φησὶν ὁ Ξενοφῶν, τὰ Λύκαια ἔθυσε. πάνυ δὲ τοῦτο καινοπρεπὲς καὶ ἰδία τις σύνταξις τὰ Λύκαια ἔθυσε. τῷ γὰρ ὀνόματι τῆς ἑορτῆς οὕτω κέχρηται ὡς αὐτῷ τῷ θυομένῳ, εἰπὼν τὸ γινόμενον κατὰ τοῦ ἐν ᾧ γίνεται καὶ δι ὃ γίνεται: θύειν μὲν γὰρ ἐν Λυκαίοις σύνηθες εἰπεῖν, θύειν δὲ τὰ Λύκαια τῆς καινοπρεπείας, οἱο῀ν εἰ σὺ λέγοις, ἔθυσε τὰ Παναθήναια καὶ ἔθυσε τὰ Ὀλύμπια: σύνηθές ἐστι λέγειν καὶ θῦσαι θυσίας. [καὶ τοῦτο σύνηθές ἐστι λέγειν. ] εἰργασμένου δὲ λόγου ἐστὶ τὸ παρατιθέναι τὰ ἐκ τῶν τόπων, ποῦ καὶ τίνος πλησίον καὶ ὑπὸ τῶν, ὡς καὶ ἐν τῇ Ἀναβάσει ἔχει τῇ Κύρου, ἔστι δὲ καὶ μεγάλου βασιλέως βασίλεια ἐν Κελαιναῖς ἔρυμνα ἐπὶ ταῖς πηγαῖς τοῦ Μαρσύου ποταμοῦ ὑπὸ τῇ ἀκροπόλει. εἶτα ἡ αὐτὴ ἐπανάληψις, ὡς εἶναι καὶ ἄλλην ἀρχήν, ῥεῖ δὲ οὗτος καὶ διὰ τῆς πόλεως καὶ εἰσβάλλει εἰς τὸν Μαίανδρον ποταμόν. καὶ ἄλλο πάλιν ἐκ τοῦ τόπου ἔνδοξον, ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐρίσαντά οἱ περὶ σοφίας. ἐκεῖνο μὲν οὖν, ὡς προείπομεν, εἰδέναι δεῖ ἐπὶ τῶν μύθων, ὅτι εἰσάγεται οὐχ ὡς ἐγένετο, ἀλλ ὅτι λέγεται γενέσθαι. εἶτα καὶ ἐκεῖνο εἰδέναι δεῖ, ὅτι ἀρχαῖος τρόπος, ἐπειδὰν καὶ σφόδρα ἐπὶ ἐνδόξων πραγμάτων ᾖ, οὐκ ἔχει τὴν αὐτὴν περιέργειαν ἐν ἑαυτῷ, ἀλλ ἐξαρκεῖ αὐτῷ τὰ πράγματα εἰπεῖν καὶ ὃν τρόπον ἐπράχθη, μηδὲν περιειργασμένον αὐτοῖς: τὸ γὰρ περιεργάζεσθαι καὶ διατρίβειν ἐν αὐτοῖς ἐνδόξοις οὖσι, τοῦτο ἀπάγει τὸν λόγον ἀπὸ τοῦ τύπου τοῦ ἀρχαίου. ἐνταῦθα λέγεται, μή τι εἶπεν, ἐνταῦθά ἐστι Μαρσύας αὐλητής, Φρὺξ τὸ γένος, ᾧ τοσοῦτον ἐπῄει φρονεῖν. διατριβὴ γὰρ γίνεται καὶ περιέργεια. κἀκεῖνο δὲ ὁρ´α: ἀνέστρεψε γὰρ τὴν τάξιν: τὸ μὲν γὰρ πρῶτον ἦν εἰπεῖν ὅτι ἤρισεν, εἶτα ὅτι ἡττήθη, εἶτα τί ἔπαθε, τὰ δὲ τοιαῦτα, ὅταν ἀναστρέψῃς τὴν τάξιν καὶ τὸ τελευταῖον πρῶτον θῇς, εἶτα οὕτως ἐφεξῆς τὰ πρὸ τούτου, τάχος ποιήσεις τῷ λόγῳ καὶ κάλλος: ὅταν εἰπόντος ὃ ἔπαθεν ὁ λόγος χητήσῃ διὰ τί ἔπαθεν: ἐρίσας οὐ περὶ αὐλητικῆς ἢ μουσικῆς, ἀλλὰ περὶ σοφίας. καὶ τὸ δέρμα ἄλλος μὲν ἂν εἶπεν ὅτι κρέμαται, ἀλλὰ πάλιν νεαροπρεπές: οὗτος δὲ καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί. εἶτα ὡς ἀναγκαῖον καὶ οὐ περιειργασμένον, διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας. ὁρ´α δὲ καὶ ἐν τούτῳ τὴν ἐγκράτειαν τῶν ἀρχαίων: οὐ γὰρ εἶπε τὸ πάθημα δι ὃ τοὔνομα προσέθηκεν τὸ τοῦ Μαρσύου τῷ ποταμῷ, ἢ τὴν συμφορὰν τοῦ αὐλητοῦ: οὐδὲν γὰρ τούτων Ξενοφῶν ποιεῖ, ἀλλ ἀρκεῖ αὐτῷ τοσοῦτον μόνον, διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας. εἶτα ἄλλη ἀρχὴ ἐξ ἐνδόξου, ἐνταῦθα Ξέρξης, ὅτε ἐκ τῆς Ἑλλάδος ἡττηθεὶς τῇ μάχῃ ἀπεχώρει. ὁρ´α καὶ ἐνταῦθα τὴν ἐγκράτειαν: οὔτε γὰρ Σαλαμὶς ἐνταῦθα οὔτε στόλος καὶ πλῆθος πεζῶν καὶ τριήρων, οὐδὲ ὅπως ἡττήθη, οὐδὲ ὅπως ἔφυγεν, οὐδὲ ἄλλο οὐδέν, τοσούτων ὄντων τῶν προσόντων Ξέρξῃ, ἀλλὰ ψιλὸν ὅτε ἐκ τῆς Ἑλλάδος. μεμάθηκας οὖν ὅπως οἱ ἀρχαῖοι ἐπεξέρχονται καὶ ὅση ἐν τούτοις ἐγκράτεια.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기