호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
[Καὶ τὸ ἀλλοτρίαις δόξαις ἐπερειδόμενον λέγειν περὶ τῶν πραγμάτων τοῦ ἀφελοῦς ἐστιν, οἱο῀ν ἐπειδὴ ἐστασίασαν. ἐπὰν δὲ εἴπῃς, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον. ] καὶ τὸ πολλάκις μεταβάλλοντα τὰς πτώσεις τῷ αὐτῷ χρήσασθαι ὀνόματι ἀναστρέφοντα τῆς ἀφελείας ἐστί. τοῦτο μὲν οὖν τοῦ αὐτοῦ τρόπου, τὸ μὴ ἀποκρυψάμενον μήτε τὸ πρᾶγμα μήτε τὸ ὄνομα ἀφανῶς εἰπεῖν, οἱο῀ν ἔλεγε δὲ Κύρῳ. συγγραφικὸν δὲ εἰ δεῖ τελείου λόγου, τὸ ἐπὶ τοῖς κατ εἶδος ὀνόμασι καὶ [τὸ] ἀόριστον ἐπενεγκεῖν, οἱο῀ν Γοργίᾳ καὶ Προδίκῳ καὶ ἄλλοις πολλοῖς. ὅταν δὲ τὸ νόημα ἐξ ἑνὸς τοῦ συμπληροῦντος ὀνόματος ἀπαρτίζηται καὶ ἐπὶ τελευτῆς στῇ ἐφ ἑνὶ ὀνόματι, ὥσπερ ἐνταῦθα, ὡς δὲ πάνυ φανερὸς ἦν ἀχθόμενος, εἰ μὴ ἕψοιντο, συνηκολούθησαν, συγγραφικόν ἐστι καὶ λόγου ἦθος ἔχοντος. καὶ τὰ καθ ἓν λεγόμενα, οἱο῀ν πάντα μὲν χαλκόν, πάντα δὲ φοίνικα, τῆς ἀφελείας ἐστί, τὸ δὲ κατὰ πλῆθος τῆς περιβολῆς καὶ τοῦ ἀξιώματος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기