호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὸ τὰ ὀνόματα παράλληλα καὶ ἐπιπεπλεγμένα ἀλλήλοις τιθέναι μηδεμιᾶς ἐργασίας τυγχάνοντα τῆς ἀφελείας ἐστίν, οἱο῀ν καὶ Ιὤσι καὶ Αἰολεῦσι καὶ Ἑλλησποντίοις. καὶ τὸ μὴ ἀπέχεσθαι τῶν ἐλάττω δύναμιν ἐχόντων καὶ ἧττον προτιμωμένων, ἀλλὰ καὶ τὸ ἀγορὰν εἰπεῖν καὶ τὸ ἐν ἀγορᾷ, καὶ κατ εἶδος σιδηρεῖς, σκυτεῖς, καὶ τὰ τοιαῦτα τῆς ἀφελείας. πολλάκις δὲ ὅταν μείζων ᾖ διαφορά, καὶ οὕτως ἐπιπλέκεις, ἤδη μέντοι τινές εἰσιν, οἳ καὶ ἀφίσταντο, καὶ ποτὲ μὲν αὐτὸ μόνον ψιλὸν εἶπες, ποτὲ δὲ τὴν αἰτίαν παρέθηκας, οἱο῀ν ὀρεγόμενοι τῆς ἐλευθερίας. τὸ δὲ ἀντὶ τῶν δεικτικῶν τὰ ἐξεταστικὰ παραλαμβάνειν τῆς ἀφελείας, οἱο῀ν δεικτικὸν ἐνάργειαν ἔχον, ἐκεῖνος γὰρ ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων. ἐπιγίγνεται δέ ποτε καὶ ἐνάργεια ἐν ἀφελείᾳ, οἱο῀ν ὁ Φιλάμμων, οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기