- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου.?, περὶ κάλλους.

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., περὶ κάλλους.)

κάλλη δὲ προσλαμβάνει ὁ λόγος ὁ ἀφελὴς καὶ ἐκ τόπων, ἂν οὕτω τύχῃ, καὶ ἐξ ἄλλων τῶν παρακολουθούντων, οἱο῀ν ὅταν πόλιν λέγῃ μεγάλην καὶ εὐδαίμονα, ὅταν ποταμὸν ἢ ὅθεν ῥεῖ, ὅσον τὸ εὖρος, ἀεὶ τὰ τοιαῦτα κάλλος προστίθησι τῷ λόγῳ. τὸ μὲν οὖν κατ εἶδος πάντα διεξιέναι ὅσα τινὶ πρόσεστιν ἢ ποταμῷ ἢ πόλει ἢ πεδίῳ, διαφορεῖ τὴν ἀφέλειαν, τὸ δὲ ἐν τῷ γένει, ἐὰν μεγάλην καὶ εὐδαίμονα, τοῦτο διασώζει καὶ τὸ κάλλος καὶ τὴν ἁπλότητα. καλὸν δὲ καὶ δριμὺν τὸν λόγον ἐργάζονται καὶ παραθέσεις τῶν ὁμοίων, ὡς ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου ἆθλα φησὶ προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα ἱππεύοι.

καὶ αἱ περιεργασίαι δὲ καὶ αἱ σχηματοποιΐαι παρὰ τοῖς ἀφελέσιν ἀφανεῖς εἰσιν.

διὰ ταῦτα πολλοῦ ἄξιοί εἰσιν οἱ ἀρχαῖοι: ὁρ´α γὰρ πῶς σχηματοποιεῖται, καὶ ταῖς ἱππικαῖς, ἥτις κράτιστα ἱππεύοι: οὐ γὰρ ἦν ὅμοιον εἰπεῖν τοῖς ἱππεῦσι: ταχὺ γὰρ ἀγωνιστικὸν ἐποίει τὸν λόγον, ἀλλὰ ταῖς ἱππικαῖς τάξεσιν, ἥ τις κράτιστα ἱππεύοι. ἐσχηματοποίηται οὖν ἀπὸ τοῦ πλήθους εἰς ἓν καὶ ὤρθωται, καὶ παράκειται τῷ ὁμοίῳ ταῖς ἱππικαῖς, ἥτις ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις ἂν ἄριστα σωμάτων ἔχοι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION