호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦθοσ δὲ πάλιν μετὰ γλυκύτητοσ ἐποίησεν εἰπὼν ἐν τοῖσ Ἀπομνημονεύμασι, καὶ μὴ νομίζοι τὸ μέγιστον κέρδοσ ἔχειν φίλον ἀγαθὸν κτησάμενοσ ἦθοσ γλυκὺ ἐποίησεν ἀπὸ τοῦ ἐλάττονοσ ὀνομάσασ τὸ πρᾶγμα. ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι αἱ τῶν φίλων οὐσίαι ἐκείνου πᾶσαι γίγνονται καὶ αἱ βοήθειαι αἱ ἐν τῷ βίῳ, ὁ δὲ ἑνὶ τούτῳ ὀνόματι, ὃ καὶ γλυκύτητα ἐμφαίνει καὶ ἦθοσ, φίλον φησὶν ἀγαθὸν κτησάμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기