- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου.?, περὶ ἠθῶν. 6:

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., περὶ ἠθῶν. 6:)

τὰ δὲ ἤθη ὁ Ξενοφῶν ἐργάζεται πρῶτον μὲν πρὸς τὰ ἰδιώματα ἀφορῶν τῶν προσώπων περὶ ὧν ἂν ποιούμενος τοὺς λόγους τυγχάνῃ, ἔπειτα τοὺς καιροὺς ὁρῶν καὶ πρὸς τούτοις τὰς περιστάσεις καὶ τὰ συμβεβηκότα καὶ τὰ παρόντα αὐτοῖς καὶ τὰ παρακολουθοῦντα, ἐξ ὧν συλλογιζόμενος ἤθη εὑρίσκει ἐργάζεσθαι ἐν τοῖς λόγοις καὶ νὴ Δία γε καὶ πάθη. ἵνα δὲ ἀπ αὐτῶν τῶν βιβλίων ἄρξηταί τις, ἐν τῷ Συμποσίῳ πᾶσα μὲν ἀρετή ἐστι, ὁ δὲ λόγος καὶ ἡ ἁπλότης τῆς διανοίας ἐστὶ τῶν λεγομένων, ὃ οὕτω τις ἂν ἦθος εἴποι: καὶ σχεδὸν ὁ λόγος ἅπας οὕτω προῆκται. πόθεν οὖν τοῦτο ὑπῆρξεν αὐτῷ· τῷ ἰδεῖν τὸν καιρὸν καὶ τὸ πρᾶγμα ὁποῖον καὶ τὰ παρακολουθοῦντα φύσει, οἱο῀ν ὁποῖον μέν τι τὸ συμπόσιόν ἐστι καὶ τίνα ἐν συμποσίῳ λέγεσθαί τε καὶ γίνεσθαι συμβαίνει. πρὸς ἃ προορῶν ἀπειργάσατο τὸν λόγον, οἱο῀ν εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου, ἀλλ ἔμοιγε δοκεῖ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς. ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιὰς πραττόμενα τῶν μεγάλων τε καὶ ἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι, καὶ ἔστι τὸ θεώρημα τοῦ ἀφελοῦς, ὅτι μὴ ἐκ παντὸς τρόπου δεῖ διώκειν τὰ ἔνδοξα καὶ τὰ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα. πάλιν ἐν τοῖς Ἀπομνημονεύμασι τὸ ἰδίωμα καταμαθὼν τῆς Σωκράτους προαιρέσεως, πρὸς τοῦτο ἀπιδὼν προσαγήοχε τὸν λόγον: ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως τὸ Σωκράτην τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὗτος ὡς ἀφελὴς ἀνὴρ ἦθος κἀνταῦθα ἐνεδείξατο, πολλάκις φησὶν ἐθαύμασα, οὐχὶ δὲ εἶπεν, ἐφ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφ ᾧ ἄξιον ἐπιτιμῆσαι. δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τόπῳ ἐνέφηνε τὸ μέγεθος τοῦ πράγματος: τὸ γὰρ ἐθαύμασα καὶ τὸ πολλάκις οὐ μικρῶν ἐστιν ἔμφασις. πάλιν ἐν τῇ Παιδείᾳ ὁρ´α πῶς μετεχειρίσατο εἰπών, ἔννοιά ποθ ἡμῖν ἐγένετο. τὸ μὲν οὖν νόημά ἐστιν ὃν τρόπον Κῦρος παῖς ὢν ἐτρέφετο καὶ τίνος παιδείας μετέσχεν, καὶ τίνα ἔργα ἔπραξε, καὶ ὡς εὐδαιμονέστατος ἀνθρώπων ἐγένετο, τοῦτο δὲ ἄλλο τι βούλεται τῷ ἀνδρί: οὐ γὰρ Κῦρον ἐγκωμιάσαι προῄρηται οὐδὲ μέλει αὐτῷ ὃν τρόπον ἐπαιδεύθη ὁ Κῦρος ἢ ἐτράφη, ἀλλ ἐπειδὴ ἐν ἤθει προάγει τὸν λόγον, ὑπογραφῇ κέχρηται ὁποῖόν τινα δεῖ εἶναι τὸν ἀγαθὸν ἄνδρα καὶ τίνι τροφῇ καὶ τίνι παιδείᾳ χρῆσθαι, καὶ ὁποῖον μὲν δεῖ εἶναι ἔτι ἐν παιδίοις ὄντα, ὁποῖον δὲ ἐπειδὰν μειράκιόν τις γένηται, τίνα δὲ ἔργα καὶ ἐπιτηδεύματα προσήκοντα τῷ καλῷ τε καὶ ἀγαθῷ ἀνδρί, ὁ δὲ Κῦρος ἄλλως ὄνομά ἐστιν αὐτῷ. τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς Ἀπομνημονεύμασι μετακεχείρισται τοὺς τοιούτους τῶν λόγων: ἐκεῖ γὰρ αὐτῷ καὶ περὶ πλειόνων εἴρηται ὃν τρόπον δεῖ τῇ πατρίδι τῇ ἑαυτοῦ προσφέρεσθαι καὶ τοῖς φίλοις καὶ ἐν τοῖς οἰκείοις πᾶσιν: οὐ μέντοι εἴρηταί γε ὑποθετικῶς, οἱο῀ν οὕτω χρὴ τοῦτον τὸν τρόπον τοῖς φίλοις προσφέρεσθαι, οὐδὲ χρὴ τοῦτον τὸν τρόπον τοῖς ἀδελφοῖς: οὐδὲ χρὴ πρότερον ἐπίδειξιν εἶναι πολιτείας, πρὶν ἂν ἀνήρ τις γένηται σοφός τε καὶ ἐπιστήμων πραγμάτων, ἀλλ ὑποθεὶς ἕτερα πρόσωπα διδάσκει σε ὃν τρόπον χρὴ τὰ τοιαῦτα ποιεῖν, ὁποῖον καὶ Χαιρεφῶντα λέγει διαφερόμενον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, εἰπέ μοι, ἔφη, σὺ μόνος οὐ γινώσκεις ὅτι οὕτω χρὴ τοῖς ἀδελφοῖς προσφέρεσθαι, ἀλλὰ πρόσωπον ἕτερον ὑπέβαλλεν. ὅταν οὖν θέλῃς ἐν ἤθει λόγον προαγαγεῖν, οὐχ ὑποθετικῶς εἰσάγεις, τάδε χρὴ ποιεῖν ἢ τάδε, ἀλλὰ πρόσωπον ἕτερον ὑποθεὶς ἃ ἂν βούλῃ τινὰ ποιεῖν λέγεις, ὅτι ἐκεῖνος ἦν τοιοῦτος καὶ τάδε ἐποίει.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION