호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον οὖν τὸ ἦθος εἶναι δεῖ τοῦ ἀφελοῦς λόγου χρηστότητα ἐμφαῖνον: ἡ γὰρ χρηστότης γνώμης ἐστὶν ἀρετὴ καὶ ἀπὸ τῆς διανοίας καὶ γνώμης προαίρεσις καὶ τρόπων ἐπιείκεια. οὐ δεῖ δὲ οὐδὲν σημαίνεσθαι τὸ ἦθος αὐτὸ καθ αὑτό, ἀλλ ἐν τοῖς ἀκούουσι καταλείπεσθαι, ἵνα ἀνεπιβούλευτον εἶναι δοκῇ: διὰ τοῦτο οὐδ ἐπισημαίνεσθαι χρὴ οὔτε τὰ δεινὰ ὡς δεινὰ οὔτε τὰ φοβερὰ ὡς φοβερά, ἀλλὰ ἐξαρκεῖ μοι μόνον εἰπεῖν, Τισσαφέρνης δὲ διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφόν: ἐξήρκεσε γὰρ αὐτῷ ἐκ τοῦ γένους ἐνδείξασθαι ὁποῖόν ἐστι διαβάλλειν ἀδελφὸν πρὸς ἀδελφόν: τὴν μέντοι ποιότητα καὶ τὴν διάθεσιν ἥτις αὐτοῦ καταλείπει σκοπεῖν: εἰ δὲ ἀγωνιστικῶς προῆγες αὐτό, τοῦτο ἂν εἶπες, οἱο῀ν πρᾶγμα δεινότατον πάντων καὶ ὠμότατον ἐνεβάλετο εἰς τὴν ψυχὴν Τισσαφέρνης: ἐὰν δὲ ἐξᾶραι θέλῃς καὶ θεῖναι καὶ αὐτὰ τὰ νοήματα, δι ἃ οὐκ ἔδει γενέσθαι τὴν διαβολήν, ἐποίσεις: οὔτε τοὺς θεοὺς αἰδεσθεὶς οὔτε τὴν δίκην οὔτε τὸ πρᾶγμα ὡς δεινότατον. ἃ γὰρ ἄν τις ἤθους ἔχεσθαι νομίσῃ παρὰ τοῖς τοὺς πολιτικοὺς λόγους μεταχειριζομένοις, ταῦτα καὶ ἐπὶ τούτοις ἦθος ἐμφαίνειν δύναιτ ἄν, ἔλαττον μέντοι: ἄλλον μὲν γὰρ παρ ἐκείνοις τρόπον ἐστὶ καὶ ἄλλο τι δηλοῖ, ἄλλον δὲ παρὰ τούτοις: ἐκεῖ μὲν γὰρ ὑπαινιττόμενόν τι ἢ ἕτερόν τι ὑποδεικνύντα, ἢ καὶ αὐτὸ τὸ ἐναντίον οὗ λέγεις ἔστιν ἐνδείξασθαι, ἐνταῦθα δὲ οὔ, ὡς ἂν ἀφελείας δεῖγμα καὶ ἁπλότης διανοίας. παραδείγματος δὲ ἕνεκα κείσθω παρ ἀμφοῖν: ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι· πάνυ τοίνυν προσῆκον ἂν εἰή τοιοῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς, καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν. Ξενοφῶντος δὲ ἦθος καὶ ἡ χεὶρ αὐτῷ ἐπηκολούθησεν, ὥστε σαφῶς τὴν τάξιν ἐξετάζοντες ἐφ ἑκατέρᾳ αὐτῶν εὑρ´οιμεν ἂν τὸ ἦθος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기