- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου.?, chapter 2 18:

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., chapter 2 18:)

λέγομεν δὲ ὅτι πολλαχοῦ κοινὰ θεωρήματά ἐστι καὶ τῶν ἀφελῶν καὶ τῶν πολιτικῶν, αὐτίκα τὸ ἐπισημήνασθαι περὶ πραγμάτων ὧν ἂν μέλλῃς λέγειν καὶ τὸ ἐπεσκέφθαι αὐτῶν τὴν φύσιν καὶ τὸ ἀντιπῖπτον πρὸς τὸ ὑπὸ σοῦ λεγόμενον, ὅτι περὶ μικρῶν καὶ φαύλων διαλέγῃ: ἀφελοῦς καὶ τὸ τοιοῦτον, Φίλιππος ὁ γελωτοποιὸς παρῆλθε, καὶ ἔκλαιεν, καὶ ὅτι οἱ ἐν τῷ συμποσίῳ κατακείμενοι ἐγέλων, καὶ ὁ Συρακόσιος θαύματα παρείχετο. ταῦτα γὰρ πάντα κοινά ἐστι καὶ τῶν πολιτικῶν καὶ τῶν ἀφελῶν. ἡ δὲ μεταχείρισις τῶν εἰσαγομένων ἰδία τοῦ ἀνδρός, ἐπεὶ καὶ ἡ ἐνταῦθα ἐπαγγελία κοινή ἐστιν, οἷς δὲ παραγενόμενος ταῦτα γινώσκω δηλῶσαι βούλομαι. ἀλλὰ τὸ μετὰ τὴν ἐπαγγελίαν οὐκέτι κοινόν, ἀλλὰ καινοπρεπές: ἐπαγγειλάμενος γὰρ οὐκ εἶπε τὸ ἐπακόλουθον τῆς ἐπαγγελίας, ἀλλ ἕν τι τῶν περὶ αὐτόν: οἷς μὲν γὰρ παρεγένετο, ταῦτα ἦν τὰ ἐν Καλλίου γενόμενα: ὁ δὲ οὐ ταῦτα λέγει εὐθύς, ἀλλὰ τὴν ἀρχὴν ἐξ ἧς ἤρξατο ταῦτα γίνεσθαι, δοκεῖ δὲ τὸ τοιοῦτο ἀφήγησις εἶναι μᾶλλον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION