- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου.?, chapter 2 13:

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., chapter 2 13:)

οὐκοῦν τὰ μὲν ἐπινοήματα ἔστιν ὅτε ταὐτά, ἡ δὲ μεταχείρισις τὴν διαφορὰν ποιεῖ τοῦ λόγου. ὁρᾷς δὲ καὶ ἐνταῦθα τὴν ἀφέλειαν τῶν ὀνομάτων. ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως: ἡ γὰρ ποιότης αὐτοῦ τοιαύτη, τῷ Σωκράτη τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὕτως ἀφελὴς ἀνὴρ πολλάκις φησὶν ἐθαύμασα. καὶ οὐκ εἶπεν ἐφ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφ ᾧ ἄξιον ἐπιτιμῆσαι. ἐν γὰρ τῷ ἀφελεῖ λόγῳ οὔτε βία ἐστὶν οὔτε θυμὸς οὔτε σφοδρότης, οὐδὲ ἡ διάθεοις ἡ τῶν πραγμάτων τοιαύτη τίς ἐστιν, οὐδ ὡς ἐπισημήνασθαι τὴν φύσιν τοῦ ἐπαγομένου, καὶ τούτῳ μάλιστα χαρακτηρίζεται τὸ εἶδος τοῦ ἀφελοῦς λόγου.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION