- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου.?, chapter 1 9:

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., chapter 1 9:)

ὡς ἐν τῷ Συμποσίῳ Ξενοφῶν, ἤδη γάρ σοι καὶ τὰ παραδείγματα αὐτῶν ἐκθήσομαι, ἵνα σαφέστερά σοι καὶ τὰ τῆς ἀφελείας θεωρήματα γένηται. αἵ γε μὴν γυναῖκες, ἄλλως τε ἢν καὶ νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ Κριτοβούλου, μύρου μὲν οὐ προσδέονται. καὶ ἡ ὑποστροφή, αὐταὶ γὰρ τούτου ὄζουσι. τοῦτο μὲν οὖν οὕτω δεῖ προσδέξασθαι, οἱο῀ν αὗται παρὰ ἀνδρὸς μύρου οὐ προσδέονται, παρ ἑαυτῶν γὰρ ἔχουσι νύμφαι γε οὖσαι. τηρῆσαί γε ἄξιόν ἐστι τὸ τῆς ὑποστροφῆς: τῆς μὲν γὰρ ἀφελείας ἦν προελθεῖν μέχρι τοῦ μύρου μὲν οὐ προσδέονται, τὸ δὲ τῆς αἰτιολογίας παρατεθὲν κατὰ τὴν ὑποστροφὴν τοῦτο γοργὸν σφόδρα ἐποίησε τὸν λόγον αὐταὶ γὰρ τούτου ὄζουσι, καὶ κινδυνεύει καὶ πολιτικὸς γεγονέναι τῷ ῥυθμῷ ὁ λόγος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION