- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου.?, chapter 1 5:

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ ἀφελοῦς λόγου., chapter 1 5:)

ἡ δὲ ἑξῆς διαφορὰ περὶ τὴν μεταχείρισίν ἐστιν: ὥσπερ γὰρ ἐν τῷ πολιτικῷ λόγῳ ἐστί τις μεταχείρισις, οὕτω καὶ ἐν τῷ ἀφελεῖ λόγῳ. ἡ δὲ διαφορὰ τῶν μεταχειρίσεων αὕτη ἐστίν, ἐν μὲν τῷ πολιτικῷ λόγῳ δεῖ φανερὰς εἶναι: οὕτω γὰρ πολιτικῶς προάγοιτο ὁ λόγος, εἰ παρακολουθοῖεν οἱ ἀκούοντες τοῖς ζητήμασιν, ἐν δὲ τῷ ἀφελεῖ οὐ τοῦτό ἐστιν, ἀλλὰ κεκρυμμέναι ἐνίοτε εἰσὶν αἱ ζητήσεις, καὶ οὐδὲ οἶδέ τις τί βούλεται λέγειν ὁ λέγων διὰ τὸ μηδεμιᾷ ἐπιβολῇ ἐοικέναι τὸν λόγον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION