- 텍스트

Appian, The Civil Wars, book 5, chapter 14 1:

(아피아노스, The Civil Wars, book 5, chapter 14 1:)

Πομπήιος δ ἐκ μὲν Σικελίας ἄκρᾳ Λακινίᾳ προσέσχε καὶ τὸ ἱερὸν τῆς Ἥρας πλουτοῦν ἀναθήμασιν ἐσύλησε, φεύγων ἐς Ἀντώνιον:? τάς τε ναῦς ἐπεσκεύαζε καὶ τὸν ἐν αὐταῖς στρατὸν ἐγύμναζεν, ὑποκρινόμενος ἢ δεδιέναι Καίσαρα ἢ Ἀντωνίῳ τάδε παρασκευάζειν. ἐς δὲ Μιτυλήνην καταχθεὶς διέτριβεν, ἔνθα αὐτὸν ἔτι παῖδα μετὰ τῆς μητρὸς ὑπεξέθετο ὁ πατήρ, Γαϊῴ Καίσαρι πολεμῶν, καὶ ἡττηθεὶς ἀνέλαβεν. Ἀντωνίου δὲ πολεμοῦντος ἐν Μηδίᾳ Μήδοις τε καὶ Παρθυαίοις, γνώμην ὁ Πομπήιος ἐποιεῖτο ἑαυτὸν ἐπανελθόντι ἐπιτρέψαι. ἐπεὶ δ ἐπύθετο ἡσσῆσθαι Ἀντώνιον καὶ τὸ συμβὰν ἡ φήμη μειζόνως μετέφερεν, αὖθις ἦν ἐν ἐλπίσιν ὡς ἢ διαδεξόμενος Ἀντώνιον, εἰ τέθνηκεν, ἢ μεριούμενος ἐπανελθόντι: ἐνθύμιός τέ οἱ συνεχὲς ἦν Λαβιηνὸς οὐ πρὸ πολλοῦ τὴν Ἀσίαν ἐπιδραμών. ὧδε δὲ ἔχοντι ἀγγέλλεται Ἀντώνιος εἰς Ἀλεξάνδρειαν ἐπανελθών. καὶ τεχνάζων ἔτι ἐπ ἀμφότερα διεπρεσβεύετο πρὸς αὐτόν, ἐπιτρέπων ἐκείνῳ καὶ φίλον εἶναι διδοὺς καὶ σύμμαχον, ἔργῳ δὲ τὰ Ἀντωνίου κατασκεπτόμενος. ἔς τε Θρᾴκην καὶ ἐς τὸν Πόντον ἔπεμπεν ἑτέρους κρύφα πρὸς τοὺς ἑκατέρων δυνάστας ἐπινοῶν, εἰ μὴ κρατεῖ τῶν ἐνθυμουμένων, διὰ τοῦ Πόντου φυγεῖν ἐς Ἀρμενίαν. ἔπεμπε δὲ καὶ ἐς Παρθυαίους, ἐλπίσας ἐς τὰ λοιπὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντώνιον αὐτοὺς δέξεσθαι προθύμως στρατηγὸν Ῥωμαῖόν τε καὶ παῖδα Μάγνου μάλιστα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION