호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὧδε δὲ αὐτοῖς ἔχουσι Λαρώνιος ἐπιφαίνεται μακρόθεν, ὑπὸ Ἀγρίππου σὺν τρισὶ τέλεσι πεμφθείς, οὔπω μὲν ἔνδηλος ὤν, ὅτι φίλος εἰή:? ὑπὸ δὲ ἐλπίδος ἀεὶ τοιοῦτον ἔσεσθαι προσδοκῶντες ἀνέφερον αὖθις αὑτῶν. ὡς δὲ καὶ τοὺς πολεμίους εἶδον τὸ ὕδωρ ἀπολιπόντας, ἵνα μὴ γένοιντο ἐχθρῶν ἐν μέσῳ, ἀνέκραγον μὲν ὑπὸ ἡδονῆς, ὅσον ἔσθενον, ἀντιβοήσαντος δ αὐτοῖς τοῦ Λαρωνίου δρόμῳ τὴν πηγὴν κατέλαβον. καὶ ὑπὸ μὲν τῶν ἡγεμόνων ἐκωλύοντο πίνειν ἀθρόως: ὅσοι δὲ ἠμέλησαν, ἔπινον ὁμοῦ καὶ ἀπέθνῃσκον. Οὕτω μὲν ἐξ ἀέλπτου Κορνιφίκιος καὶ τοῦ στρατοῦ τὸ φθάσαν μέρος περιεσώθη πρὸς Ἀγρίππαν ἐς Μύλας:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기