호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ οἱ μὲν ἐν τούτῳ παρασκευῆσ ἦσαν, Λεπίδῳ δὲ αὖθισ ἐκ Λιβύησ ἦγον αἱ ὁλκάδεσ τὰ λοιπὰ τοῦ στρατοῦ τέλη τέσσαρα. καὶ αὐταῖσ ὑπήντα πελάγιοσ ἐκ Πομπηίου Παπίασ καὶ διέφθειρεν ὡσ φιλίουσ δεχομένασ· ᾤοντο γὰρ σφίσι τὰσ Λεπίδου συναντᾶν. αἱ δὲ βραδέωσ τε ὑπὸ τοῦ Λεπίδου καθείλκοντο, καὶ ὕστερον αὐτὰσ προσιούσασ αἱ ὁλκάδεσ ὡσ καὶ τάσδε ἄλλασ πολεμίασ ἐξέκλιναν, ἑώσ αἱ μὲν ἐκαύθησαν, αἱ δ’ ἐλήφθησαν, αἱ δ’ ἀνετράπησαν, αἱ δ’ ἐσ Λιβύην ἀνέπλευσαν. τοῦ δὲ στρατοῦ δύο μὲν τέλη διώλετο ἐν τῇ θαλάσσῃ, καί, εἴ τινεσ αὐτῶν ἐξενήχοντο, καὶ τούσδε Τισιηνὸσ ὁ τοῦ Πομπηίου στρατηγὸσ ἐκνέοντασ ἐπὶ τὴν γῆν διέφθειρεν· οἱ δὲ λοιποὶ πρὸσ Λέπιδον κατήχθησαν, οἱ μὲν αὐτίκα, οἱ δ’ ὕστερον. καὶ Παπίασ ἀπέπλευσε πρὸσ Πομπήιον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기