- 텍스트

Appian, The Civil Wars, book 5, chapter 11 3:

(아피아노스, The Civil Wars, book 5, chapter 11 3:)

Ἐνδόντος δέ ποτε τοῦ κακοῦ τὰ νεκρὰ ἔθαπτεν ὁ Καῖσαρ, καὶ τοὺς τραυματίας ἐθεράπευε, καὶ τοὺς ἐκνέοντας ἐνέδυε, καὶ ὥπλιζεν ἑτέροις ὅπλοις, καὶ τὸν στόλον ἅπαντα ἐκ τῶν ἐνόντων ἀνελάμβανε.? καὶ πλησίον ἦν ἤδη καὶ ὁ δεύτερος ἐς Σικελίαν ἐπίπλους. διεφθάρατο δ αὐτῷ νῆες βαρεῖαι μὲν ἕξ, κουφότεραι δὲ ἓξ καὶ εἴκοσι, λιβυρνίδες δὲ ἔτι πλείους. καὶ ἐς τάδε διορθούμενα τριάκοντα ἡμέρας ἀναλώσειν ἔμελλεν, ἤδη τοῦ θέρους προκόπτοντος: ὅθεν ἦν ἄριστον αὐτῷ τὸν πόλεμον ἐς τὸ μέλλον θέρος ἀναβαλέσθαι. ἐνοχλουμένου δὲ τοῦ δήμου ταῖς ἀπορίαις, ἐπεσκεύαζε τὰς ναῦς ἐς τὴν γῆν ἀνέλκων μετὰ ἐπείξεως καὶ τὰ πληρώματα τῶν διεφθαρμένων ἐς τὰς παρὰ Ταύρῳ ναῦς κενὰς ἐξέπεμπεν. ὡς δὲ ἐπὶ συμφορᾷ μείζονι, Μαικήναν μὲν ἐς Ῥώμην ἐξέπεμπε διὰ τοὺς ἐπτοημένους ἔτι πρὸς τὴν μνήμην Πομπηίου Μάγνου: οὐ γὰρ αὐτοὺς ἐξέλιπεν ἡ δόξα τοῦ ἀνδρὸς τούτου: τοὺς δὲ κληρούχους αὐτὸς ἀνὰ τὴν Ἰταλίαν ἐπέτρεχε καὶ ἐκ τοῦ φόβου τῶν γεγονότων ἀνελάμβανε. διέδραμε δὲ καὶ ἐς Τάραντα καὶ τὸ ναυτικὸν εἶδε τὸ ὑπὸ Ταύρῳ, καὶ ἐς Ἱππώνειον ἦλθε καὶ τὰ πεζὰ παρηγόρησε καὶ τὴν τῶν νεῶν ἐπισκευὴν ἐπέσπερχεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION