호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔμελλε δ’ ὁ μὲν Καῖσαρ ἐκ Δικαιαρχείασ, ὁ δὲ Λέπιδοσ ἐκ Λιβύησ, Ταῦροσ δ’ ἐκ Τάραντοσ ἐπιπλευσεῖσθαι τῇ Σικελίᾳ, ὡσ ἂν αὐτὴν ἐξ ἠοῦσ ὁμοῦ καὶ δύσεωσ καὶ μεσημβρίασ περιλάβοιεν. καὶ τῆσ ἀναγωγῆσ τοῦ Καίσαροσ ἡ ἡμέρα προείρητο πᾶσι, καὶ ἦν δεκάτη τροπῶν θερινῶν, ἥν τινα Ῥωμαῖοι νουμηνίαν ἔχουσι τοῦ μηνόσ, ὃν ἐπὶ τιμῇ τοῦ Καίσαροσ τοῦ προτέρου Ιοὔλιου ἀντὶ Κυιντιλίου καλοῦσι. τήνδε μὲν ὁ Καῖσαρ ὡρ́ισε τὴν ἡμέραν, αἰσιούμενοσ ἴσωσ διὰ τὸν πατέρα νικηφόρον αἰεὶ γενόμενον· ὁ δὲ Πομπήιοσ Λεπίδῳ μὲν ἀντέταττε Πλένιον ἐι Λιλυβαίῳ, τέλοσ ὁπλιτῶν ἔχοντα καὶ ἄλλο πλῆθοσ ἐσκευασμένον κούφωσ, τὴν δὲ πρὸσ ἑώ καὶ δύσιν ἀκτὴν τῆσ Σικελίασ πᾶσαν ἐφρούρει, καὶ νήσουσ μάλιστα Λιπάραν τε καὶ Κοσσύραν, ἵνα μήτε Κοσσύρα Λεπίδῳ μήτε Λιπάρα Καίσαρι ἐνορμίσματα ἢ ναύσταθμα γένοιτο εὔκαιρα ἐπὶ τῇ Σικελίᾳ. τὸ δ’ ἄριστον τοῦ ναυτικοῦ ἐν Μεσσήνῃ συνεῖχεν ἐπεδρεῦον ὅπῃ δεήσειεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기